Daphnis and Chloe

Longus

Longus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.

Δὶς ἡγεῖτο ἐπὶ πότον· ἀνεζήτει τὰ εὐνομώτατα τῶν χωρίων· ἐμέλησεν αὐτῷ καὶ σκαφίδων καινῶν καὶ γαυλῶν πολλῶν καὶ ταρσῶν μειζόνων· τοσαύτη δὲ ἦν κηδεμονία, ὥστε καὶ τὰ κέρατα ἤλειφε καὶ τὰς τρίχας ἐθεράπευε.

Πανὸς ἄν τις ἱερὰν ἀγέλην ἔδοξεν ὁρᾶν. Ἐκοινώνει δὲ παντὸς εἰς αὐτὰς καμάτου καὶ ἡ Χλόη, καὶ τῆς ποίμνης παραμελοῦσα

p.307
τὸ πλέον ἐκείναις ἐσχόλαζεν, ὥστε ἐνόμιζεν ὁ Δάφνις δι’ ἐκείνην αὐτὰς φαίνεσθαι καλάς.