Daphnis and Chloe

Longus

Longus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.

ὡς αἲξ Δάφνιν ἐμοί. Λαβὲ τὰ γνωρίσματα καὶ τὴν θυγατέρα, λαβὼν δὲ ἀπόδος Δάφνιδι νύμφην. Ἀμφοτέρους ἐξεθήκαμεν, ἀμφοτέρους εὑρήκαμεν, ἀμφοτέρων ἐμέλησε Πανὶ καὶ Νύμφαις καὶ Ἔρωτι.”

Ἐπῄνει τὰ λεγόμενα ὁ Μεγακλῆς καὶ τὴν γυναῖκα Ῥόδην μετεπέμπετο καὶ τὴν Χλόην ἐν τοῖς κόλποις εἶχε. Καὶ ὕπνον αὐτοῦ μένοντες εἵλοντο· Δάφνις γὰρ

p.325
οὐδενὶ διώμνυτο προήσεσθαι τὴν Χλόην, οὐδὲ αὐτῷ τῷ πατρί.

Ἡμέρας δὲ γενομένης συνθέμενοι πάλιν εἰς τὸν ἀγρὸν ἤλαυνον· ἐδεήθησαν γὰρ τοῦτο Δάφνις καὶ Χλόη, μὴ φέροντες τὴν ἐν ἄστει διατριβήν. Ἐδόκει δὲ κἀκείνοις ποιμενικούς τινας αὐτοῖς ποιῆσαι τοὺς γάμους.