Daphnis and Chloe

Longus

Longus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.

Οὐκέτι γοῦν οὐδὲ θυγατρίου γενέσθαι πατὴρ εὐτύχησα, ἀλλ’ οἱ θεοὶ ὥσπερ γέλωτά με ποιούμενοι νύκτωρ ὀνείρους μοι ἐπιπέμπουσι, δηλοῦντες ὅτι με πατέρα ποιήσει ποίμνιον.”

Ἀνεβόησεν ὁ Διονυσοφάνης μεῖζον τοῦ Μεγακλέους καὶ ἀναπηδήσας εἰσάγει Χλόην πάνυ καλῶς κεκοσμημένην καὶ λέγει “τοῦτο τὸ παιδίον ἐξέθηκας. Ταύτην σοὶ τὴν παρθένον οἶς προνοίᾳ θεῶν ἐξέθρεψεν,