Daphnis and Chloe

Longus

Longus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.

ἐστεφάνωσε καὶ τὸν τάφον τῆς οἰός, δείξαντος Δρύαντος, καὶ ἐσύρισέ τι καὶ αὐτὴ τῇ ποίμνῃ, καὶ ταῖς θεαῖς συρίσασα εὔξατο τοὺς ἐκθέντας εὑρεῖν ἀξίους τῶν Δάφνιδος γάμων.

Ἐπεὶ δὲ ἅλις ἦν τῶν κατ’ ἀγρὸν ἑορτῶν, ἔδοξε βαδίζειν εἰς τὴν πόλιν καὶ τούς τε τῆς Χλόης πατέρας ἀναζητεῖν καὶ περὶ τὸν γάμον αὐτῶν μηκέτι βραδύνειν.

Ἕωθεν οὖν συσκευασάμενοι τῷ Δρύαντι μὲν ἔδωκαν ἄλλας τρισχιλίας, τῷ Λάμωνι δὲ τὴν ἡμίσειαν μοῖραν τῶν ἀγρῶν θερίζειν καὶ τρυγᾶν καὶ τὰς αἶγας ἅμα τοῖς αἰπόλοις καὶ ζεύγη βοῶν τέτταρα καὶ ἐσθῆτας χειμερινὰς καὶ ἐλευθέραν τὴν γυναῖκα· καὶ μετὰ

p.323
τοῦτο ἤλαυνον ἐπὶ Μυτιλήνην ἵπποις καὶ ζεύγεσι καὶ τρυφῇ πολλῇ.