Daphnis and Chloe

Longus

Longus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.

ἀλλὰ καὶ ἐφίλησεν αὐτὰ πάντα καὶ τὰς αἶγας προσεῖπε καὶ τοὺς τράγους ἐκάλεσεν ὀνομαστί. Τῆς μὲν γὰρ πηγῆς καὶ ἔπιεν, ὅτι πολλάκις καὶ μετὰ Χλόης. Οὔπω δὲ ὡμολόγει τὸν ἔρωτα καιρὸν παραφυλάττων.

Ἐν ᾧ δὲ Δάφνις ἐν θυσίαις ἦν, τάδε γίνεται περὶ τὴν Χλόην. Ἐκάθητο κλάουσα, λέγουσα, οἷα εἰκὸς ἦν· “Ἐξελάθετό μου Δάφνις. Ὀνειροπολεῖ γάμους πλουσίους.

Τί γὰρ αὐτὸν ὀμνύειν ἀντὶ τῶν Νυμφῶν τὰς αἶγας ἐκέλευον; Κατέλιπε ταύτας ὡς καὶ Χλόην.

p.320
Οὐδὲ θύων ταῖς Νύμφαις καὶ τῷ Πανὶ ἐπεθύμησεν ἰδεῖν Χλόην. Εὗρεν ἴσως παρὰ τῇ μητρὶ θεραπαίνας ἐμοῦ κρείττονας. Χαιρέτω· ἐγὼ δὲ οὐ ζήσομαι.”

Τοιαῦτα λέγουσαν, τοιαῦτα ἐννοοῦσαν ὁ Λάμπις ὁ βουκόλος μετὰ χειρὸς γεωργικῆς ἐπιστὰς ἥρπασεν αὐτήν, ὡς οὔτε Δάφνιδος ἔτι γαμήσοντος καὶ Δρύαντος ἐκεῖνον ἀγαπήσοντος. Ἡ μὲν οὖν ἐκομίζετο βοῶσα ἐλεεινόν, τῶν δέ τις ἰδόντων ἐμήνυσε τῇ Νάπῃ κἀκείνη τῷ Δρύαντι καὶ ὁ Δρύας τῷ Δάφνιδι.