Daphnis and Chloe

Longus

Longus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.

κομισθέντα δὲ πρῶτος Διονυσοφάνης ἐπέβλεπε καὶ ἰδὼν χλαμύδιον ἁλουργές, πόρπην χρυσήλατον, ξιφίδιον ἐλεφαντόκωπον, μέγα βοήσας “ὦ Ζεῦ δέσποτα” καλεῖ τὴν γυναῖκα θεασομένην.

p.317

Ἡ δὲ ἰδοῦσα μέγα καὶ αὐτὴ βοᾷ “φίλαι Μοῖραι· οὐ ταῦτα ἡμεῖς συνεξεθήκαμεν ἰδίῳ παιδί; Οὐκ εἰς τούτους τοὺς ἀγροὺς κομιοῦσαν Σωφροσύνην ἀπεστείλαμεν; Οὐκ ἄλλα μὲν οὖν, ἀλλ’ αὐτὰ ταῦτα. Φίλε ἄνερ, ἡμέτερόν ἐστὶ τὸ παιδίον· σὸς υἱός ἐστι Δάφνις, καὶ πατρῴας ἔνεμεν αἶγας.”

Ἔτι λεγούσης αὐτῆς καὶ τοῦ Διονυσοφάνους τὰ γνωρίσματα φιλοῦντος καὶ ὑπὸ περιττῆς ἡδονῆς δακρύοντος ὁ Ἀστύλος συνεὶς ὡς ἀδελφός ἐστι, ῥίψας θοιμάτιον ἔθει κατὰ τοῦ παραδείσου, πρῶτος τὸν Δάφνιν φιλῆσαι θέλων.

Ἰδὼν δὲ αὐτὸν ὁ Δάφνις θέοντα μετὰ πολλῶν καὶ βοῶντα “Δάφνι,” νομίσας ὅτι συλλαβεῖν αὐτὸν βουλόμενος τρέχει, ῥίψας τὴν πήραν καὶ τὴν σύριγγα πρὸς τὴν θάλατταν ἐφέρετο ῥίψων ἑαυτὸν ἀπὸ τῆς μεγάλης πέτρας.