Daphnis and Chloe

Longus

Longus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.

Τοσαῦτα τὰ ἥμερα. Ἦσαν δὲ καὶ κυπάριττοι καὶ δάφναι καὶ πλάτανοι καὶ πίτυς. Ταύταις πάσαις ἀντὶ τῆς ἀμπέλου κιττὸς ἐπέκειτο· καὶ ὁ κόρυμβος αὐτοῦ μέγας ὢν καὶ μελαινόμενος βότρυν ἐμιμεῖτο.

Ἔνδον ἦν τὰ καρποφόρα φυτά, καθάπερ φρουρούμενα· ἔξωθεν περιειστήκει τὰ ἄκαρπα, καθάπερ θριγκὸς χειροποίητος· ταῦτα μέντοι λεπτῆς αἱμασιᾶς περιέθει περίβολος.

Ἐτέτμητο καὶ διακέκριτο πάντα καὶ στέλεχος στελέχους ἀφειστήκει, ἐν μετεώρῳ δὲ οἱ κλάδοι συνέπιπτον ἀλλήλοις καὶ ἐπήλλαττον τὰς κόμας· ἐδόκει μέντοι καὶ ἡ τούτων φύσις εἶναι τέχνη.

Ἦσαν καὶ ἀνθῶν πρασιαί, ὧν τὰ μὲν ἔφερεν ἡ γῆ, τὰ δὲ ἐποίει τέχνη· ῥοδωνιὰ καὶ ὑάκινθοι καὶ κρίνα χειρὸς ἔργα· ἰωνιὰς καὶ ναρκίσσους καὶ ἀναγαλλίδας ἔφερεν ἡ γῆ. Σκιά τε ἦν θέρους καὶ ἦρος ἄνθη καὶ μετοπώρου ὀπώρα καὶ κατὰ πᾶσαν ὥραν τρυφή.