Daphnis and Chloe

Longus

Longus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.

Χαίρων ὁ πατὴρ δίδωσι καὶ μεταπεμψάμενος τὸν Λάμωνα καὶ τὴν Μυρτάλην εὐηγγελίζετο μὲν αὐτοῖς ὅτι Ἀστύλον θεραπεύσει λοιπὸν ἀντὶ αἰγῶν καὶ τράγων Δάφνις, ἐπηγγέλλετο δὲ δύο ἀντ’ ἐκείνου δώσειν αὐτοῖς αἰπόλους.

Ἐνταῦθα ὁ Λάμων, πάντων ἤδη συνερρυηκότων καὶ ὅτι καλὸν ὁμόδουλον ἕξουσιν ἡδομένων, αἰτήσας λόγον ἤρξατο λέγειν “ἄκουσον, ὦ δέσποτα, παρ’ ἀνδρὸς γέροντος ἀληθῆ λόγον· ἐπόμνυμι δὲ τὸν Πᾶνα καὶ τὰς Νύμφας ὡς οὐδὲν ψεύσομαι.