Daphnis and Chloe

Longus

Longus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.

Ἔρρει μοι καὶ αἱ αἶγες καὶ τὰ λοιπὰ πάντα· ἀλλ’ οὐ μὰ τὸν Πᾶνα καὶ τὰς Νύμφας, οὐδ’ εἰ μέλλω βοῦς, φασίν, ἐν αὐλίῳ καταλείπεσθαι, τὴν Δάφνιδος τύχην ἥτις ἐστὶν οὐ σιωπήσομαι, ἀλλὰ καὶ ὅτι εὗρον ἐκκείμενον ἐρῶ καὶ ὅπως τρεφόμενον μηνύσω καὶ ὅσα εὗρον συνεκκείμενα δείξω. Μαθέτω Γνάθων ὁ μιαρὸς οἷος ὢν οἵων ἐρᾷ. Παρασκεύαζέ μοι μόνον εὐτρεπῆ τὰ γνωρίσματα.”

Καὶ οἱ μὲν ταῦτα συνθέμενοι ἀπῆλθον εἴσω πάλιν· ὁ δὲ Ἀστύλος σχολὴν ἄγοντι τῷ πατρὶ προσρυεὶς αἰτεῖ τὸν Δάφνιν εἰς τὴν πόλιν καταγαγεῖν ὡς καλόν τε ὄντα καὶ ἀγροικίας κρείττονα καὶ ταχέως ὑπὸ Γνάθωνος καὶ τὰ ἀστικὰ διδαχθῆναι δυνάμενον.

Χαίρων ὁ πατὴρ δίδωσι καὶ μεταπεμψάμενος τὸν Λάμωνα καὶ τὴν Μυρτάλην εὐηγγελίζετο μὲν αὐτοῖς ὅτι Ἀστύλον θεραπεύσει λοιπὸν ἀντὶ αἰγῶν καὶ τράγων Δάφνις, ἐπηγγέλλετο δὲ δύο ἀντ’ ἐκείνου δώσειν αὐτοῖς αἰπόλους.

Ἐνταῦθα ὁ Λάμων, πάντων ἤδη συνερρυηκότων καὶ ὅτι καλὸν ὁμόδουλον ἕξουσιν ἡδομένων, αἰτήσας λόγον ἤρξατο λέγειν “ἄκουσον, ὦ δέσποτα, παρ’ ἀνδρὸς γέροντος ἀληθῆ λόγον· ἐπόμνυμι δὲ τὸν Πᾶνα καὶ τὰς Νύμφας ὡς οὐδὲν ψεύσομαι.

Οὐκ εἰμὶ Δάφνιδος πατήρ, οὐδ’ εὐτύχησέ ποτε Μυρτάλη μήτηρ γενέσθαι. Ἄλλοι πατέρες ἐξέθηκαν τοῦτο

p.316
τὸ παιδίον, ἴσως παιδίων πρεσβυτέρων ἅλις ἔχοντες· ἐγὼ δὲ εὗρον ἐκκείμενον καὶ ὑπὸ αἰγὸς ἐμῆς τρεφόμενον, ἣν καὶ ἀποθανοῦσαν ἔθαψα ἐν τῷ περικήπῳ φιλῶν ὅτι ἐποίησε μητρὸς ἔργα.