Daphnis and Chloe

Longus

Longus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.

Ὁρᾷς ὡς ὑακίνθῳ μὲν τὴν κόμην ὁμοίαν ἔχει, λάμπουσι δὲ ὑπὸ ταῖς ὀφρύσιν οἱ ὀφθαλμοὶ καθάπερ ἐν χρυσῇ σφενδόνῃ ψηφίς; Καὶ τὸ μὲν πρόσωπον ἐρυθήματος μεστόν, τὸ δὲ στόμα λευκῶν ὀδόντων ὥσπερ ἐλέφαντος.

Τίς ἐκεῖθεν οὐκ ἂν εὔξαιτο λαβεῖν ἐραστὴς γλυκέα φιλήματα; Εἰ δὲ νέμοντος ἠράσθην, θεοὺς ἐμιμησάμην. Βουκόλος ἦν Ἀγχίσης, καὶ ἔσχεν αὐτὸν Ἀφροδίτη· αἶγας ἔνεμε Βράγχος, καὶ Ἀπόλλων αὐτὸν ἐφίλησε· ποιμὴν ἦν Γανυμήδης, καὶ αὐτὸν ὁ Ζεὺς ἥρπασε.

Μὴ καταφρονῶμεν παιδός, ᾧ καὶ αἶγας ὡς ἐρώσας πειθομένας εἴδομεν· ἀλλὰ ὅτι μένειν ἐπὶ γῆς ἐπιτρέπουσι τοιοῦτον κάλλος χάριν ἔχωμεν τοῖς Διὸς ἀετοῖς.”

Ἡδὺ γελάσας ὁ Ἀστύλος ἐπὶ τούτῳ μάλιστα τῷ λεχθέντι καὶ ὡς μεγάλους ὁ Ἔρως ποιεῖ σοφιστὰς εἰπὼν ἐπετήρει καιρόν, ἐν ᾧ τῷ πατρὶ περὶ Δάφνιδος διαλέξεται. Ἀκούσας δὲ τὰ λεχθέντα κρύφα πάντα ὁ

p.315
Εὔδρομος καὶ τὰ μὲν τὸν Δάφνιν φιλῶν ὡς ἀγαθὸν νεανίσκον, τὰ δὲ ἀχθόμενος εἰ Γνάθωνος ἐμπαροίνημα γενήσεται τοιοῦτον κάλλος, αὐτίκα καταλέγει πάντα κἀκείνῳ καὶ Λάμωνι.