Daphnis and Chloe

Longus

Longus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.

Καὶ τροφῆς μὲν τῆς πολυτελοῦς οὐ γεύομαι, καίτοι τοσούτων παρασκευαζομένων ἑκάστης ἡμέρας κρεῶν, ἰχθύων, μελιτωμάτων, ἡδέως δ’ ἂν αἲξ γενόμενος πόαν ἐσθίοιμι καὶ φύλλα, τῆς Δάφνιδος ἀκούων σύριγγος καὶ ὑπ’ ἐκείνου νεμόμενος. Σὺ δὲ σῶσον Γνάθωνα τὸν σὸν καὶ τὸν ἀήττητον ἔρωτα νίκησον.

Εἰ δὲ μή, σὲ ἐπόμνυμι, τὸν ἐμὸν θεόν, ξιφίδιον λαβὼν καὶ ἐμπλήσας τὴν γαστέρα τροφῆς ἐμαυτὸν ἀποκτενῶ πρὸ τῶν Δάφνιδος θυρῶν· σὺ δὲ οὐκέτι καλέσεις Γναθωνάριον, ὥσπερ εἰώθεις παίζων ἀεί.”

Οὐκ ἀντέσχε κλάοντι καὶ αὖθις τοὺς πόδας καταφιλοῦντι νεανίσκος μεγαλόφρων καὶ οὐκ ἄπειρος ἐρωτικῆς λύπης, ἀλλ’ αἰτήσειν αὐτὸν παρὰ τοῦ πατρὸς

p.314
ἐπηγγείλατο καὶ κομιεῖν εἰς τὴν πόλιν αὑτῷ μὲν δοῦλον, ἐκείνῳ δὲ ἐρώμενον.