Daphnis and Chloe
Longus
Longus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.
Τυχὼν οὖν ὁ Δάφνις παρ’ ἐλπίδας καὶ φιλήματος
Οἱ δὲ ἐπῄνουν τὸ ἐνεργὸν καὶ ἐκέλευον ἐσθίειν ὧν ὁ κύων κατέλιπεν, ἐκέλευον δὲ καὶ τῇ Χλόῃ πιεῖν ἐγχέαι. Καὶ ἣ χαίρουσα τοῖς τε ἄλλοις ὤρεξε καὶ Δάφνιδι μετὰ τοὺς ἄλλους· ἐσκήπτετο γὰρ ὀργίζεσθαι, διότι ἐλθὼν ἔμελλεν ἀποτρέχειν οὐκ ἰδών· ὅμως μέντοι πρὶν προσενεγκεῖν ἀπέπιεν, εἶθ’ οὕτως ἔδωκεν. Ὁ δέ, καίτοι διψῶν, βραδέως ἔπινε, παρέχων ἑαυτῷ διὰ τῆς βραδυτῆτος μακροτέραν ἡδονήν.
Ἡ μὲν δὴ τράπεζα ταχέως ἐγένετο κενὴ ἄρτων καὶ κρεῶν· καθήμενοι δὲ περὶ τῆς Μυρτάλης καὶ τοῦ Λάμωνος ἐπυνθάνοντο καὶ εὐδαιμόνιζον αὐτοὺς τοιούτου γηροτρόφου εὐτυχήσαντας.
Καὶ τοῖς ἐπαίνοις μὲν ἥδετο Χλόης ἀκροωμένης· ὅτε δὲ κατεῖχον αὐτόν, ὡς θύσοντες Διονύσῳ τῆς ἐπιούσης ἡμέρας, μικροῦ δεῖν ὑφ’ ἡδονῆς ἐκείνους ἀντὶ τοῦ Διονύσου προσεκύνησεν.