Daphnis and Chloe

Longus

Longus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.

“Πῦρ ἐναυσόμενος ἦλθον.ʼ ʽΜὴ γὰρ οὐκ ἦσαν ἀπὸ σταδίου γείτονες;ʼ ʽἌρτους αἰτησόμενος ἧκον.ʼ ʽἈλλ’ ἡ πήρα μεστὴ τροφῆς.ʼ ʽΟἴνου δέομαι.ʼ ʽΚαὶ μὴν χθὲς καὶ πρώην ἐτρύγησας.ʼ ʽΛύκος με ἐδίωκε.ʼ ʽΚαὶ ποῦ τὰ ἴχνη τοῦ λύκου;ʼ ʽΘηράσων ἀφικόμην τοὺς ὄρνιθας.ʼ ʽΤί οὖν

θηράσας οὐκ ἄπει;ʼ ʽΧλόην θεάσασθαι βούλομαι.” Πατρὶ δὲ τίς καὶ μητρὶ παρθένου τοῦτο ὁμολογεῖ; Πταίων δὴ πανταχοῦ “ἀλλ’ οὐδὲν” ἔφη “τούτων ἁπάντων ἀνύποπτον. Ἄμεινον ἄρα σιγᾶν· Χλόην δὲ ἦρος ὄψομαι, ἐπεὶ μὴ εἵμαρτο, ὡς ἔοικε, χειμῶνός με

ταύτην ἰδεῖν.” Τοιαῦτα δή τινα διανοηθεὶς καὶ σιωπῇ τὰ θηραθέντα συλλαβὼν ὥρμητο ἀπιέναι· καὶ ὥσπερ αὐτὸν οἰκτείραντος τοῦ Ἔρωτος τάδε γίνεται.