Daphnis and Chloe

Longus

Longus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.

Ὁ μὲν οὖν ταῦτα καὶ ἔτι πλείω ἔλεγεν, οἷα τοῦ πεῖσαι ἆθλον ἔχων τὰς τρισχιλίας· ὁ δὲ Λάμων μήτε πενίαν ἔτι προβάλλεσθαι δυνάμενος (αὐτοὶ γὰρ οὐχ ὑπερηφάνουν) μήτε ἡλικίαν Δάφνιδος (ἤδη γὰρ μειράκιον ἦν) τὸ μὲν ἀληθὲς οὐδ’ ὣς ἐξηγόρευσεν, ὅτι κρείττων ἐστὶ τοιούτου γάμου, χρόνον δὲ σιωπήσας ὀλίγον οὕτως ἀπεκρίνατο

“Δίκαια ποιεῖτε τοὺς γείτονας προτιμῶντες τῶν ξένων καὶ πενίας ἀγαθῆς πλοῦτον μὴ νομίζοντες κρείττονα. Ὁ Πὰν ὑμᾶς καὶ αἱ Νύμφαι ἀντὶ τῶνδε φιλήσειαν.

Ἐγὼ δὲ σπεύδω μὲν καὶ αὐτὸς τὸν γάμον τοῦτον· καὶ γὰρ ἂν μαινοίμην, εἰ μὴ γέρων τε ὢν ἤδη καὶ χειρὸς εἰς τὰ ἔργα περιττοτέρας δεόμενος ᾤμην καὶ τὸν ὑμέτερον οἶκον φίλον προσλαβεῖν·

περισπούδαστος δὲ καὶ Χλόη, καλὴ καὶ ὡραία κόρη καὶ πάντα ἀγαθή· δοῦλος δὲ ὢν οὐδενός εἰμι τῶν ἐμῶν κύριος, ἀλλὰ δεῖ τὸν δεσπότην μανθάνοντα ταῦτα συγχωρεῖν. Φέρε οὖν ἀναβαλώμεθα τὸν γάμον εἰς τὸ μετόπωρον.