Daphnis and Chloe

Longus

Longus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.

Ἔμελλε δὲ ἄρ’ οὐ πολὺν κάματον ἕξειν· ὁ γὰρ δελφὶς ὁ οὐκ ἀγαθὸν ὀδωδὼς αὐτῷ προσέπιπτεν ἐρριμμένος καὶ μυδῶν· οὗ τῇ σηπεδόνι καθάπερ ἡγεμόνι χρώμενος ὁδοῦ προσῆλθέ τε εὐθὺς καὶ τὰ φυκία ἀφελὼν εὑρίσκει τὸ βαλάντιον ἀργυρίου μεστόν.

Τοῦτο ἀνελόμενος καὶ εἰς τὴν πήραν ἐνθέμενος οὐ πρόσθεν ἀπῆλθε, πρὶν τὰς Νύμφας εὐφημῆσαι καὶ αὐτὴν τὴν θάλατταν· καίπερ γὰρ αἰπόλος ὤν, ἤδη καὶ τὴν θάλατταν ἐνόμιζε τῆς γῆς γλυκυτέραν, ὡς εἰς τὸν γάμον αὐτῷ τὸν Χλόης συλλαμβάνουσαν.

Εἰλημμένος δὲ τῶν τρισχιλίων οὐκέτ’ ἔμελλεν, ἀλλ’ ὡς πάντων ἀνθρώπων πλουσιώτατος, οὐ μόνον τῶν ἐκεῖ γεωργῶν, αὐτίκα ἐλθὼν παρὰ τὴν Χλόην διηγεῖται τὸ ὄναρ, δείκνυσι τὸ βαλάντιον, κελεύει τὰς ἀγέλας φυλάττειν, ἔστ’ ἂν ἐπανέλθῃ, καὶ συντείνας σοβεῖ παρὰ τὸν Δρύαντα. Καὶ εὑρὼν πυρούς τινας ἁλωνοτριβοῦντα μετὰ τῆς Νάπης πάνυ θρασὺν ἐμβάλλει λόγον περὶ γάμου.