Daphnis and Chloe

Longus

Longus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.

Θερμοτέρου δὲ καθ’ ἑκάστην ἡμέραν γινομένου τοῦ ἡλίου, οἷα τοῦ μὲν ἦρος παυομένου τοῦ δὲ θέρους ἀρχομένου, πάλιν αὐτοῖς ἐγίνοντο καιναὶ τέρψεις καὶ θέρειοι.

Ὁ μὲν γὰρ ἐνήχετο ἐν τοῖς ποταμοῖς, ἡ δὲ ἐν ταῖς πηγαῖς ἐλούετο· ὁ μὲν ἐσύριττεν ἁμιλλώμενος πρὸς τὰς πίτυς, ἡ δὲ ᾖδε ταῖς ἀηδόσιν ἐρίζουσα· ἐθήρων ἀκρίδας λάλους, ἐλάμβανον τέττιγας ἠχοῦντας, ἄνθη συνέλεγον, δένδρα ἔσειον, ὀπώραν ἤσθιον· ἤδη ποτὲ καὶ γυμνοὶ συγκατεκλίνησαν καὶ ἓν δέρμα αἰγὸς ἐπεσύραντο.

Καὶ ἐγένετο ἂν γυνὴ Χλόη ῥᾳδίως, εἰ μὴ Δάφνιν ἐτάραξε τὸ αἷμα. Ἀμέλει καὶ δεδοικὼς μὴ νικηθῇ τὸν λογισμόν ποτε, πολλὰ γυμνοῦσθαι τὴν Χλόην οὐκ ἐπέτρεπεν, ὥστε ἐθαύμαζε μὲν ἡ Χλόη, τὴν δὲ αἰτίαν ᾐδεῖτο πυθέσθαι.