Daphnis and Chloe

Longus

Longus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.

Εἰ δή σοι φίλον ἀπηλλάχθαι κακῶν καὶ ἐν πείρᾳ γενέσθαι τῶν ζητουμένων τερπνῶν, ἴθι, παραδίδου μοι τερπνὸν σαυτὸν μαθητήν· ἐγὼ δὲ χαριζομένη ταῖς Νύμφαις ἐκεῖνα διδάξω.”

Οὐκ ἐκαρτέρησεν ὁ Δάφνις ὑφ’ ἡδονῆς, ἀλλ’ ἅτε ἄγροικος καὶ αἰπόλος καὶ ἐρῶν καὶ νέος, πρὸ τῶν ποδῶν καταπεσὼν τὴν Λυκαίνιον ἱκέτευεν ὅτι τάχιστα διδάξαι τὴν τέχνην, δι’ ἧς ὃ βούλεται δράσει Χλόην·

καὶ ὥσπερ τι μέγα καὶ θεόπεμπτον ἀληθῶς μέλλων διδάσκεσθαι καὶ ἔριφον αὐτῇ σηκίτην δώσειν ἐπηγγείλατο καὶ τυροὺς ἁπαλοὺς πρωτορρύτου γάλακτος καὶ τὴν αἶγα αὐτήν.