Daphnis and Chloe

Longus

Longus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.

Σὺ τοίνυν, πρὸς τῶν

p.293
Νυμφῶν καὶ τοῦ Πανὸς ἐκείνου, συνεισελθὼν εἰς τὴν ὕλην (μόνη γὰρ δέδοικα) σῶσόν μοι τὸν χῆνα, μηδὲ περιίδῃς ἀτελῆ μοι τὸν ἀριθμὸν γενόμενον.

Τάχα δὲ καὶ αὐτὸν τὸν ἀετὸν ἀποκτενεῖς καὶ οὐκέτι πολλοὺς ὑμῶν ἄρνας καὶ ἐρίφους ἁρπάσει. Τὴν δὲ ἀγέλην τέως φρουρήσει Χλόη· πάντως αὐτὴν ἴσασιν αἱ αἶγες ἀεί σοι συννέμουσαν.”

Οὐδὲν τῶν μελλόντων ὑποπτεύσας ὁ Δάφνις εὐθὺς ἀνίσταται καὶ ἀράμενος τὴν καλαύροπα κατόπιν ἠκολούθει τῇ Λυκαινίῳ· ἡ δὲ ἡγεῖτο ὡς μακροτάτω τῆς Χλόης. Καὶ ἐπειδὴ κατὰ τὸ πυκνότατον ἐγένοντο, πηγῆς πλησίον καθίσαι κελεύσασα αὐτὸν “ἐρᾷσ” εἶπε “Δάφνι, Χλόης· τοῦτο ἔμαθον ἐγὼ νύκτωρ παρὰ τῶν Νυμφῶν.