Daphnis and Chloe

Longus

Longus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.

Γνωρίσας οὖν ὁ Δάφνις τὰ τῶν Νυμφῶν ὀνείρατα καὶ τὰ τοῦ Πανὸς ἔργα διηγεῖται καὶ αὐτὸς ὅσα εἶδεν, ὅσα ἤκουσεν· ὅτι μέλλων ἀποθνήσκειν διὰ τὰς Νύμφας ἔζησε.

Καὶ τὴν μὲν ἀποπέμπει κομιοῦσαν τοὺς ἀμφὶ τὸν Δρύαντα καὶ Λάμωνα καὶ ὅσα πρέπει θυσίᾳ· αὐτὸς δὲ ἐν τούτῳ τῶν αἰγῶν τὴν ἀρίστην συλλαβὼν καὶ κιττῷ στεφανώσας, ὥσπερ ὤφθησαν τοῖς πολεμίοις, καὶ γάλα τῶν κεράτων κατασπείσας, ἔθυσέ τε ταῖς Νύμφαις καὶ κρεμάσας ἀπέδειρε καὶ τὸ δέρμα ἀνέθηκεν.

Ἤδη δὲ παρόντων τῶν ἀμφὶ τὴν Χλόην, πῦρ ἀνακαύσας καὶ τὰ μὲν ἑψήσας τῶν κρεῶν τὰ δὲ ὀπτήσας ἀπήρξατό τε ταῖς Νύμφαις καὶ κρατῆρα μεστὸν γλεύκους ἐπέσπεισε· καὶ ἐκ φυλλάδος στιβάδας ὑποστορέσας ἐντεῦθεν ἐν τροφῇ ἦν καὶ πότῳ καὶ παιδιᾷ· καὶ ἅμα τὰς ἀγέλας ἐπεσκόπει, μὴ λύκος ἐμπεσὼν ἔργα ποιήσῃ πολεμίων.

ᾞσάν τινας καὶ ᾠδὰς εἰς τὰς Νύμφας, παλαιῶν ποιμένων ποιήματα. Νυκτὸς δὲ ἐπελθούσης αὐτοῦ κοιμηθέντες ἐν τῷ ἀγρῷ, τῆς ἐπιούσης τοῦ Πανὸς ἐμνημόνευσαν, καὶ τῶν τράγων τὸν ἀγελάρχην στεφανώσαντες πίτυος προσήγαγον τῇ πίτυι, καὶ ἀποσπείσαντες οἴνου καὶ εὐφημοῦντες τὸν θεὸν ἔθυσαν, ἐκρέμασαν, ἀπέδειραν·

καὶ τὰ μὲν κρέα ὀπτήσαντες καὶ ἑψήσαντες πλησίον ἔθηκαν ἐν τῷ λειμῶνι, ἐν τοῖς φύλλοις· τὸ δὲ δέρμα κέρασιν αὐτοῖς ἐνέπηξαν τῇ πίτυι πρὸς τῷ ἀγάλματι, ποιμενικὸν ἀνάθημα ποιμενικῷ θεῷ. Ἀπήρξαντο καὶ τῶν κρεῶν, ἀπέσπεισαν καὶ κρατῆρος μείζονος· ᾖσεν ἡ Χλόη, ὁ Δάφνις ἐσύρισεν.