Daphnis and Chloe

Longus

Longus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.

Ἐβόα τις ὁπλίζεσθαι τὸν στρατηγόν, ἄλλος ἄλλον ἐκάλει, καὶ τετρῶσθαί τις ἐδόκει, καὶ σχῆμά τις ἔκειτο νεκροῦ μιμούμενος. Εἴκασεν ἄν τις ὁρᾶν νυκτομαχίαν οὐ παρόντων πολεμίων.

Τῆς δὲ νυκτὸς αὐτοῖς τοιαύτης γενομένης ἐπῆλθεν ἡ ἡμέρα πολὺ τῆς νυκτὸς φοβερωτέρα. Οἱ τράγοι μὲν οἱ τοῦ Δάφνιδος καὶ αἱ αἶγες κιττὸν ἐν τοῖς κέρασι κορυμβοφόρον εἶχον, οἱ δὲ κριοὶ καὶ αἱ οἶς τῆς Χλόης λύκων ὠρυγμὸν ὠρύοντο.

Ὤφθη δὲ καὶ αὐτὴ πίτυος ἐστεφανωμένη. Ἐγίνετο καὶ περὶ τὴν θάλατταν αὐτὴν πολλὰ παράδοξα. Αἵ τε γὰρ ἄγκυραι πειρωμένων ἀναφέρειν κατὰ βυθοῦ ἔμενον, αἵ τε κῶπαι καθιέντων εἰς εἰρεσίαν ἐθραύοντο· καὶ δελφῖνες πηδῶντες ἐξ ἁλὸς ταῖς οὐραῖς παίοντες τὰς ναῦς ἔλυον τὰ γομφώματα.