Daphnis and Chloe

Longus

Longus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.

Κάμνε δὲ μηδέν, ἀλλ’ ἀναστὰς ὄφθητι Λάμωνι καὶ Μυρτάλῃ, οἳ καὶ αὐτοὶ κεῖνται χαμαί, νομίζοντες καὶ σὲ μέρος γεγονέναι τῆς ἁρπαγῆς· Χλόη γάρ σοι τῆς ἐπιούσης ἀφίξεται μετὰ τῶν αἰγῶν, μετὰ τῶν προβάτων, καὶ νεμήσετε κοινῇ καὶ συρίσετε κοινῇ· τὰ δὲ ἄλλα μελήσει περὶ ὑμῶν Ἔρωτι.”

Τοιαῦτα ἰδὼν καὶ ἀκούσας Δάφνις ἀναπηδήσας τῶν ὕπνων καὶ ὑφ’ ἡδονῆς καὶ λύπης μεστὸς δακρύων τὰ ἀγάλματα τῶν Νυμφῶν προσεκύνει καὶ ἐπηγγέλλετο σωθείσης Χλόης θύσειν τῶν αἰγῶν τὴν ἀρίστην.

Δραμὼν δὲ καὶ ἐπὶ τὴν πίτυν, ἔνθα τὸ τοῦ Πανὸς ἄγαλμα ἵδρυτο κερασφόρον, τραγοσκελές, τῇ μὲν σύριγγα τῇ δὲ τράγον πηδῶντα κατέχον, κἀκεῖνον προσεκύνει καὶ εὔχετο ὑπὲρ τῆς Χλόης καὶ τράγον θύσειν ἐπηγγέλλετο.

Καὶ μόλις ποτὲ περὶ ἡλίου καταφορὰς παυσάμενος δακρύων καὶ εὐχῶν, ἀράμενος τὰς φυλλάδας, ἃς ἔκοψεν, ἐπανῆλθεν εἰς τὴν ἔπαυλιν, καὶ τοὺς ἀμφὶ τὸν Λάμωνα πένθους ἀπαλλάξας,