Daphnis and Chloe

Longus

Longus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.

“Ἀφ’ ὑμῶν ἡρπάσθη Χλόη, καὶ τοῦτο ὑμεῖς ἰδεῖν ὑπεμείνατε; ἡ τοὺς στεφάνους ὑμῖν πλέκουσα, ἡ σπένδουσα τοῦ πρώτου γάλακτος, ἧς καὶ ἡ σύριγξ ἥδε ἀνάθημα;

Αἶγα μὲν οὐδὲ μίαν μοι λύκος ἥρπασε, πολέμιοι δὲ τὴν ἀγέλην καὶ τὴν συννέμουσαν. Καὶ τὰς μὲν αἶγας ἀποδεροῦσι καὶ τὰ πρόβατα καταθύσουσι,

Χλόη δὲ λοιπὸν πόλιν οἰκήσει. Ποίοις ποσὶν ἄπειμι παρὰ τὸν πατέρα καὶ τὴν μητέρα ἄνευ τῶν αἰγῶν, ἄνευ Χλόης, λιπερνήτης γενόμενος; ἔχω γὰρ νέμειν ἔτι οὐδέν.

Ἐνταῦθα περιμενῶ κείμενος ἢ θάνατον ἢ πόλεμον δεύτερον. Ἆρα καὶ σύ, Χλόη, τοιαῦτα πάσχεις; ἆρα μέμνησαι τοῦ πεδίου τοῦδε καὶ τῶν Νυμφῶν τῶνδε κἀμοῦ; ἢ παραμυθοῦνταί σε τὰ πρόβατα καὶ αἱ αἶγες αἰχμάλωτοι μετὰ σοῦ γενόμεναι;”