Daphnis and Chloe

Longus

Longus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.

Οὐδὲ τὸν πρότερον χρόνον ἀμελῶς ποτε παρῆλθον, ἀλλ’ ἀεὶ ἀρχόμενοι νομῆς προσήδρευον καὶ ἐκ νομῆς ἀνιόντες προσεκύνουν· καὶ πάντως τι ἐπέφερον, ἢ ἄνθος ἢ ὀπώραν ἢ φυλλάδα χλωρὰν ἢ γάλακτος σπονδήν. Καὶ τούτων μὲν ὕστερον ἀμοιβὰς ἐκομίσαντο παρὰ τῶν θεῶν·

τότε δὲ κύνες, φασίν, ἐκ δεσμῶν λυθέντες ἐσκίρτων, ἐσύριττον, ᾖδον, τοῖς τράγοις καὶ τοῖς προβάτοις συνεπάλαιον.

Τερπομένοις δὲ αὐτοῖς ἐφίσταται πρεσβύτης σισύραν ἐνδεδυμένος, καρβατίνας ὑποδεδεμένος, πήραν ἐξηρτημένος, καὶ τὴν πήραν παλαιάν. Οὗτος πλησίον καθίσας αὐτῶν ὧδε εἶπε “Φιλητᾶς,

ὦ παῖδες, ὁ πρεσβύτης ἐγώ, ὃς πολλα μὲν ταῖσδε ταῖς Νύμφαις ᾖσα, πολλὰ δὲ τῷ Πανὶ ἐκείνῳ ἐσύρισα, βοῶν δὲ πολλῆς ἀγέλης ἡγησάμην μόνῃ μουσικῇ. Ἥκω δὲ ὑμῖν ὅσα εἶδον μηνύσων, ὅσα ἤκουσα ἀπαγγελῶν.