Daphnis and Chloe

Longus

Longus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.

Οἱ οὖν Μηθυμναῖοι οὐκ ὀλίγων κτημάτων στερόμενοι ἐζήτουντὸν νέμοντα τὰς αἶγας· καὶ εὑρόντες τὸν Δάφνιν ἔπαιον, ἀπέδυον· εἷς δέ τις καὶ κυνόδεσμον ἀράμενος περιῆγε τὰς χεῖρας ὡς δήσων.

Ὁ δὲ ἐβόα τε παιόμενος καὶ ἱκέτευε τοὺς ἀγροίκους καὶ πρώτους τὸν Λάμωνα καὶ τὸν Δρύαντα βοηθοὺς ἐπεκαλεῖτο. Οἱ δὲ ἀντείχοντο σκληροὶ γέροντες καὶ χεῖρας ἐκ γεωργικῶν ἔργων ἰσχυρὰς ἔχοντες, καὶ ἠξίουν δικαιολογήσασθαι περὶ τῶν γεγενημένων.

Ταὐτὰ δὲ καὶ τῶν ἄλλων ἀξιούντων δικαστὴν καθίζουσι Φιλητᾶν τὸν βουκόλον· πρεσβύτατός τε γὰρ ἦν τῶν παρόντων καὶ κλέος εἶχεν ἐν τοῖς κωμήταις δικαιοσύνης περιττῆς. Πρῶτοι δὲ κατηγόρουν οἱ Μηθυμναῖοι

p.271
σαφῆ καὶ σύντομα, ἅτε βουκόλον ἔχοντες δικαστήν.