Daphnis and Chloe

Longus

Longus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.

Νέοι Μηθυμναῖοι πλούσιοι διαθέσθαι τὸν τρυγητὸν ἐν ξενικῇ τέρψει θελήσαντες, ναῦν σμικρὰν

p.269
καθελκύσαντες καὶ οἰκέτας προσκώπους καθίσαντες, τοὺς Μυτιληναίων ἀγροὺς παρέπλεον, ὅσοι θαλάττης πλησίον.

Εὐλίμενός τε γὰρ ἡ παραλία καὶ οἰκήσεσιν ἠσκημένη πολυτελῶς, καὶ λουτρὰ συνεχῆ, παράδεισοί τε καὶ ἄλση· τὰ μὲν φύσεως ἔργα, τὰ δ’ ἀνθρώπων τέχνη·

πάντα ἐνηβῆσαι καλά. Παραπλέοντες δὲ καὶ ἐνορμιζόμενοι κακὸν μὲν ἐποίουν οὐδέν, τέρψεις δὲ ποικίλας ἐτέρποντο, ποτὲ μὲν ἀγκίστροις καλάμων ἀπηρτημένοις ἐκ λίνου λεπτοῦ πετραίους ἰχθῦς ἁλιεύοντες ἐκ πέτρας ἁλιτενοῦς, ποτὲ δὲ κυσὶ καὶ δικτύοις λαγὼς φεύγοντας τὸν ἐν ταῖς ἀμπέλοις θόρυβον λαμβάνοντες·