Daphnis and Chloe

Longus

Longus. Erotici Scriptores Graeci, Vol. 1. Hercher, Rudolph, editor. Leipzig: Teubner, 1858.

Ἔπραττον δὲ κοινῇ πάντα, πλησίον ἀλλήλων νέμοντες. Καὶ πολλάκις μὲν ὁ Δάφνις τῶν προβάτων τὰ ἀποπλανώμενα συνέστελλε, πολλάκις δὲ ἡ Χλόη τὰς θρασυτέρας τῶν αἰγῶν ἀπὸ τῶν κρημνῶν κατήλαυνεν, ἤδη δέ τις καὶ τὰς ἀγέλας ἀμφοτέρας ἐφρούρησε θατέρου προσλιπαρήσαντος ἁθύρματι. Ἁθύρματα δὲ ἦν αὐτοῖς ποιμενικὰ καὶ παιδικά.

Ἡ μὲν ἀνθερίκους ἀνελομένη ποθὲν ἐξ ἕλους ἀκριδοθήραν ἔπλεκε καὶ περὶ τοῦτο πονουμένη τῶν ποιμνίων ἠμέλησεν· ὁ δὲ καλάμους ἐκτεμὼν λεπτοὺς καὶ τρήσας τὰς τῶν γονάτων διαφυὰς ἐπαλλήλους τε κηρῷ μαλθακῷ συναρτήσας μέχρι νυκτὸς συρίττειν ἐμελέτα·