On the Sublime

Longinus

Longinus. On the Sublime. Roberts, William Rhys, editor. Cambridge: Cambridge University Press, 1907.

ἄγει γὰρ τὰ παθητικὰ τότε μᾶλλον, ὅταν αὐτὰ φαίνηται μὴ ἐπιτηδεύειν αὐτὸς ὁ λέγων ἀλλὰ γεννᾶν ὁ καιρός, ἡ δ’ ἐρώτησις ἡ εἰς ἑαυτὸν καὶ ἀπόκρισις μιμεῖται τοῦ πάθους τὸ ἐπίκαιρον. σχεδὸν γὰρ ὡς οἱ ὑφ̓ ἑτέρων ἐρωτώμενοι παροξυνθέντες ἐκ τοῦ παραχρῆμα πρὸς τὸ λεχθὲν ἐναγωνίως καὶ ἀπ’ αὐτῆς τῆς ἀληθείας ἀνθυπαντῶσιν, οὕτως τὸ σχῆμα τῆς πεύσεως καὶ ἀποκρίσεως εἰς τὸ δοκεῖν ἕκαστον τῶν ἐσκεμμένων ἐξ ὑπογύου κεκινῆσθαί τε καὶ λέγεσθαι τὸν ἀκροατὴν ἀπάγον καὶ παραλογίζεται. ἔτι τοίνυν (ἓν γάρ τι τῶν ὑψηλοτάτων τὸ Ἡροδότειον πεπίστευται) εἰ οὕτως ἔ ---

orgpage.192r
---πλοκα ἐκπίπτει καὶ οἱονεὶ προχεῖται τὰ λεγόμενα, ὀλίγου δεῖν φθάνοντα καὶ αὐτὸν τὸν λέγοντα.
καὶ συμβαλόντες
φησὶν ὁ Ξενοφῶν
τὰς ἀσπίδας ἐωθοῦντο ἐμάχοντο ἀπέκτεινον ἀπέθνῃσκον.

καὶ τὰ τοῦ Εὐρυλόχου,

  1. ἤλθομεν ὡς ἐκέλευες, ἀνὰ δρυμά, φαίδιμ’ Ὀδυσσεῦ.
  2. εἴδομεν ἐν βήσσῃσι τετυγμένα δώματα καλά.
τὰ γὰρ ἀλλήλων διακεκομμένα καὶ οὐδὲν ἧσσον κατεσπευσμένα φέρει τῆς ἀγωνίας ἔμφασιν ἅμα καὶ ἐμποδιζούσης
100
τι καὶ συνδιωκούσης. τοιαῦθ’ ὁ ποιητὴς ἐξήνεγκε διὰ τῶν ἀσυνδέτων.