Liber geeponicus [Sp.]

Hero of Alexandria

Hero of Alexandria, Liber geeponicus [Sp.], Hultsch, Weidmann, 1864

Ὁ ῥόμβος, οὗ τὰ σκέλη ἀνὰ ποδῶν ιγ΄, ἡ δὲ διαγώνιος ποδῶν ι΄· εὑρεῖν αὐτοῦ τὸ ἐμβαδόν· ποίει οὕτως· ἤχθω κάθετος διατέμνουσα τὴν διαγώνιον· ἡ δὲ ἀχθεῖσα ἔχει πόδας κδ΄, καὶ γεγόνασι διαμετρήσεις ἰσοσκελῶν· ὧν τὰ σκέλη ἀνὰ ποδῶν ιγ΄, ἡ δὲ βάσις ποδῶν ι΄, ἡ δὲ κάθετος ἑκάστη ἀνὰ ποδῶν ιβ΄· ὡς γίνεσθαι τὸ ἐμβαδὸν ἑκάστου τριγώνου ποδῶν ξ΄, τοῦ ὅλου ῥόμβου ὄντος δηλαδὴ ποδῶν ρκ΄.

Ἔστω οἶκος ἔχων τὸ μῆκος πόδας κ΄, καὶ τὸ πλάτος πόδας ιγ΄ Ϲ, δεῖ δὲ γνῶναι πόσαι εἰς τοῦτον τὸν οἶκον κεραμίδες ἀναβαίνουσιν· ἔστω δὲ ἡ κεραμὶς ποδῶν β΄, τὸ δὲ πλάτος α΄ Ϲ· ποίει οὕτως· ἐπειδὴ κεραμὶς ἡμιπόδιον ὑποτίθεται ὑπὸ τὴν ἑτέραν κεραμίδα, ἄφελε ἀπὸ τοῦ μήκους τῆς κεραμίδος, εἰς ὃν τόπον κατέχει, --- ἔστι τὸ μῆκος ποδῶν κ΄, τὸ δὲ πλάτος ποδῶν ιγ΄ Ϲ· πολυπλασίασον τὰ κ΄ ἐπὶ ιγ΄ Ϲ· γίνονται σο΄· ταῦτα μέρισον εἰς τὰ β΄ δ˝· γίνονται ρκ΄· τοσαῦται ἀναβήσονται κεραμίδες ἐπὶ τὸν οἶκον.

Ἔστι δὲ καὶ ἑτέρα μέθοδος ἐπὶ τῶν κεραμίδων· ἐὰν ᾖ οἶκος ἔχων τὸ μῆκος ποδῶν ξ΄, τὸ δὲ πλάτος ποδῶν λ΄, ἄφελε διὰ παντὸς τὸ γ˝ μέρος τῶν ξ΄· λοιπὸν μ΄· καὶ ἔτι ὁμοίως ἀπὸ τοῦ πλάτους, ἀπὸ τῶν λ΄, τὸ τρίτον· λοιπὸν κ΄· καὶ πολυπλασίασον τὰ μ΄ ἐπὶ τὰ κ΄· γίνονται ω΄· τοσαῦται κεραμίδες ἀναβήσονται ἐπὶ τὸν οἶκον.

Εὕρηται καὶ ταῦτα τῇ μεθόδῳ· αὕτη μία τῶν πλευρῶν τῆς δυρρύτου στέγης οὖσα ἔχει κεραμίδας ξ΄, ἡ δὲ ἑτέρα καὶ ἴση [*](21. post κατέχει G habet οὐπά, sed οὐ miris ductibus scriptum; legendum videtur ἡμιπόδιον α΄, et probaile est excidisse alia quaedam verba, quibus longitudinis sesquipes multiplicaretur cum latitudinis sesquipede ad summam pedum 2 1 22. τὰ] τὸ G 27. γ˝] ?? sum suprascr. —ον G 32. κεράμες (vel κεράμους, nam ου et ε saepe distingui non possunt) G)

221
αὐτῇ οὖσα χωρήσει τὶς λοιπὰς ξ΄· τοῦτο δὲ καὶ ἐπὶ τοῦ κατωτέρω προβλήματος· ἡ μὲν μία τῶν πλευρῶν τῆς στέγης ὑπογέγραπται υ΄ αἱροῦσα κεραμίδας, ἡ δὲ ἑτέρα καὶ ἀπεναντίον νοουμένη τὰς λοιπὰς υ΄ εἰς ἀναπλύρωσιν τῶν ω΄ λήψεται.

Τρίκλινος ἤτοι ὡρεῖον, οὗ τὸ μὲν μῆκος πηχῶν κ΄ κ. τ. λ. (V. Ster. I, 47).

Τίνα μέρη τῶν ἐν τοῖς μεγέθεσι μετρήσεων καταμετροῦντα τὰ ὅλα; Τῶν δὲ ἐν τοῖς μεγέθεσι μετρήσεων μέρη κ. τ. λ. (V. Def. 130).