Liber geeponicus [Sp.]
Hero of Alexandria
Hero of Alexandria, Liber geeponicus [Sp.], Hultsch, Weidmann, 1864
Ἑξάγωνον δὲ μετρήσωμεν οὕτως, ἐὰν ἔχῃ τὴν διάμετρον ποδῶν ξ΄· ἡ δὲ πλευρά ἐστι ποδῶν λ΄· ποιῶ οὕτως· τὰ λ΄ ἐφʼ ἑαυτὰ γίνονται Ϡ΄· ταῦτα ποιῶ ἑξάκις· γίνονται ,ευ΄· ὧν γ˝ καὶ ι˝ γίνονται βτμ΄· τοσούτων ποδῶν ὁ ἑξάγωνος.
Ἄλλως δὲ πάλιν. τὴν πλευρὰν ἐφ᾿ ἑαυτὴν γίνονται Ϡ΄· ταῦτα πολυπλασίαζε ἐπὶ τὰ ιγ΄· γίνονται πόδες α ,αψ΄· ἄρτι μερίζω τὸ ε˝· γίνονται πόδες βτμ΄· τοσούτων ποδῶν ἔσεαι τὸ ἐμβαδόν.
Εὑρεῖν δύο χωρία τετράγωνα, ὅπως τὸ τοῦ πρώτου ἐμβαδὸν τοῦ δευτέρου ἐμβαδοῦ ἔσται τριπλάσιον· ποιῶ οὕτως· τὰ γ΄ κύβισον· γίνονται κζ΄· ταῦτα δὶς γίνονται νδ΄· νῦν ἆρον μονάδα α΄· λοιπὸν νγ΄· ἔσται οὖν ἡ μὲν μία πλευρὰ ποδῶν νϚ΄, ἡ δὲ ἑτέρα πλευρὰ ποδῶν νδ΄. καὶ τοῦ ἄλλου [*](1. τῶν] ἀπὸ G 2. εὑρεῖ G 9. εὕρομεν G 11. ἔστι G 16. β˝ i. e. διμοίρου, cuius nota in G ubique sic expressa 18. ἑπιτακαιδεκάκις] ιζ G 26. α] ᾱ G 27. τὸ] τῶν G 28. ἔστω G 32. μονάδα] μ G ἔστω G)
Εὑρεῖν χωρίον χωρίου τῇ περιμέτρῳ ἴσον, τὸ δὲ ἐμβαδὸν τετραπλάσιον· τὰ δ΄ κύβισον ἐφ᾿ ἑαυτά· γίνονται πόδες ξδ΄· ἆρον μονάδα α΄· λοιπὸν γίνονται πόδες ξγ΄· τοσούτου ἑκάστη τῶν περιμέτρων τῶν δύο παραλλήλων πλευρῶν. διαστεῖλαι οὖν τὰς πλευράς· ποιῶ οὕτως· θὲς τὰ δ΄· ἆρον μονάδα μίαν· λοιπὸν γ΄· ἡ μία οὖν πλευρὰ ποδῶν γ΄· ἡ δὲ ἑτέρα πλευρὰ οὕτως· τῶν ξγ΄ ἆρον τὰ γ΄· λοιπὸν μένουσι πόδες ξ΄· τοῦ δὲ ἑτέρου χωρίου ποίει οὕτως· τὰ δ΄ ἐφ᾿ ἑαυτὰ γίνονται πόδες ιϚ΄· ἀπὸ τούτων ἆρον μονάδα μίαν· λοιπὸν γίνονται πόδες ιε΄· τοσούτων ἔσται ἡ πρώτη πλευρά ποδῶν ιε΄. ἡ δὲ ἑτέρα πλευρὰ οὕτως· ἆρον τὰ ιε΄ τῶν ξγ΄· λοιπὸν γίνονται μη΄· ἔσται ἡ ἄλλη πλευρὰ ποδῶν μη΄· τὸ δὲ ἐμβαδὸν τοῦ ἑνὸς ποδῶν ψκ΄, καὶ τοῦ ἄλλου ποδῶν ρπ΄·
Ἔστω κολυμβήθρα καὶ ἐχέτω τὸ μῆκος ποδῶν ι΄ κ. τ. λ. (V. Ster. II, 10).