Geodaesia [Sp.]

Hero of Alexandria

Hero of Alexandria, Geodaesia [Sp.], Heiberg, Teubner, 1914

ἐὰν δὲ θέλῃς τὴν πρὸς ὀρθὰς εὑρεῖν, ποίει οὕτω· τὰ κ τῆς ὑποτεινούσης ἐφʼ ἑαυτά· γίνονται υ· ἐξ αὐτῶν λαβὲ τὰ ιϛ τῆς βάσεως, ἅτινα ἐφʼ ἑαυτὰ γίνονται σνς· λοιπὰ ρμδ. ὧν πλευρὰ τετράγωνος γίνεται ιβ· τοσούτων ἔσται ἡ πρὸς ὀρθάς.

ἐὰν δὲ θέλῃς τὴν βάσιν εὑρεῖν, ὁμοίως λαβὲ ἀπὸ τῶν υ τὰ τῆς πρὸς ὀρθὰς ιβ, ἅτινα γίνεται ἐφʼ ἑαυτὰ ρμδ· λοιπὰ σνς. ὧν πλευρὰ τετράγωνος γίνεται ιϛ· τοσούτων σχοινίων ἔσται ἡ βάσις.

καὶ ἄλλως τὴν πρὸς ὀρθὰς εὑρεῖν. ποίει οὕτως· τρὶς τὰ κ τῆς ὑποτεινούσης· γίνονται ξ· τούτων τὸ ε΄· γίνονται ιβ· καὶ ἔστι τοσούτων σχοινίων ἡ πρὸς ὀρθάς.

Τρίγωνον ὀρθογώνιον, οὗ τὸ ἐμβαδὸν οὐργυιῶν χ, ἡ δὲ κάθετος οὐργυιῶν λ· τούτου τήν τε βάσιν καὶ τὴν ὑποτείνουσαν εὑρεῖν. ποίει οὕτως· διπλασίασον τὰ χ τοῦ ἐμβαδοῦ· γίνονται ,ασ· ταῦτα μέρισον παρὰ τὸν λ, καὶ τὰ γινόμενα μ [*](2 ιβ] σχ ιβ A. οὕτω C. 3 ρ𝒢β] ρ- in ras. C, ins. D. 4 γίνεται C, comp. AB. 5 τοῦ—μη] τῶν 𝒢β καὶ μη A. 6 τοσούτων] μη A. 7 οὕτως BD. 9 πλευρὰ τετραγωνικὴ A. κ] γ κ A, μ C. ἔσται A. 10 ποίησον D. οὕτως BD. 13 ὧν] om. B. πλευρὰ] π BD, πλευρ A, πλάτος C. τετράγω BD, τετράγωνον AC. γίνεται] BD, γίνονται C, comp. A. τοσούτων] τοσούτων σχοινίων A. 14 ἀπὸ—15 ὀρθὰς] τὰ τῆς ὀρθῆς C. 17 οὕτω C. 18 γίνονται (pr.)] C, comp. A, γίνεται BD. γίνονται (alt.)] BD, γίνεται AC. 19 καὶ—τοσούτων] τοσούτων ἐστὶ A. 21 τε] AB, om. CD. 22 διπλασίασον] AC, δίπλασον BD. 23 ταῦτα—λ] παρὰ τὸν λ μέρισον αὐτά C. γενόμενα A.)

LXXXVI
ἕξεις τὴν βάσιν.