Belopoeica

Hero of Alexandria

Hero of Alexandria. Greek and Roman Artillery: Technical Treatises. Marsden, Eric William, editor. Oxford: Clarendon Press, 1971

110 ἐὰν δὲ ἐν ταῖς πυκναῖς καταγωγαῖς ὁ τόνος χάλασμα λάβῃ, ἐπιστρέψεις τὰς χοινικίδας, ὡς προείρηται, τῷ μοχλῷ τῷ σιδηρῷ τῷ ἔχοντι τὸν κρίκον.

Νεύροις δὲ δεῖ χρῆσθαι, ἤτοι ὠμιαίοις ἢ νωτιαίοις, καὶ πάντων τῶν ζῴων [*](107. 8 〈δύο . . . ξύλα〉 Diels 108. 3 〈ἐκτενοῦμεν〉 R. Schneider, 〈ἐντείνομεν〉 Thévenot ἀναιρεθῇ R. Schneider, συναιρεθῇ MPV 8 οὐρᾶς R. Schneider, κουρᾶς MPV)

38
πλὴν συῶν· ἀποίητα γάρ. διανοεῖσθαι δὲ δεῖ ὅτι εὔχργστα τὰ νωτιαῖα ἤτοι ὠμιαῖα τῶν ἄλλων ζῴων· εὕρηται γὰρ ἐπιπλέον γυμναζόμενα τοῦ ζῴου νεῦρα εὐτονώτερα τυγχάνειν· οἷον ἐλάφου μὲν τὰ ἐκ τῶν ποδῶν· ταύρου δὲ τὰ ἐπὶ τοῦ αὐχένος. καὶ ἐπὶ τῶν ἄλλων δὲ διανοοῦ οὕτως.

Τὴν δὲ τοξῖτιν νευρὰν ἐκ τῶν εὐτονωτάτων νεύρων δεῖ πλέκειν. μία γὰρ οὖσα πολλὰ ἀπεργάζεται, καὶ ὑπομένει τὴν τῆς ἐξαποστολῆς βίαν. διάφοροι δὲ γίνονται τῇ πλοκῇ τοξίτιδες. ἡ μὲν γὰρ τοῦ εὐθυτόνου στρογγύλη γίνεται, ἐπείπερ εἰς τὴν τοῦ ὀιστοῦ ἐμπίπτει|