De mensuris

Hero of Alexandria

Hero of Alexandria, De mensuris, Heiberg, Teubner, 1914

Μέδιμνος. Σαλαμινοὶ μοδίων ε, Σικελοὶ δὲ δ U+2220΄.

Σάτον μόδιον κουμουλάτον, παῤ Ἑβραίοις θηλυκῶς, παῤ Ἕλλησιν δὲ οὐδετέρως. ἔστι δὲ μόδιος κουμουλάτος παῤ Ἑβραίοις, καὶ διὰ τοῦ κουμουλάτου τὸ δ΄ τοῦ μοδίου τὸ ὑπέρχυμα εἴρηται σαὼ ἤγουν λῆψις ἄρσις. μόδιον παῤ Ἑβραίοις ξεστῶν κβ.

Κάβος πῆ μὲν τὸ δ΄ τοῦ μοδίου, πῆ δὲ τὸ ε΄, πῆ δὲ τὸ ϛ΄. καβὰ δέ ἐστιν Ἑβραιστὶ τὸ ἔτεμεν, καὶ διὰ τὸ τέμνεσθαι εἰς μικρὰ τὸ μόδιον οὕτως ὠνομάσθη· παρὰ δὲ Ἕλλησιν ἐλέχθη κάβος διὰ τὴν τρανότητα.

Χοῖνιξ καὶ ὑφεὶ ἓν μέν ἐστι μέτρον, διττὸν δὲ ὄνομα κέκληται, ἐν μὲν τῇ Ἑβραίδι ἀρσενικῶς, ἐν δὲ τῇ Ἑλληνίδι θηλυκῶς. ἔστι δὲ η΄ τοῦ παρὰ Κυπρίοις μοδίου, ὅς ἐστι μόδιος παῤ αὐτοῖς ξεστῶν ῑζ καὶ ποτηρίου. τὸ δὲ ὑφεὶ ἐξ αὐτῆς τῆς Ἑβραίδος λέγεται ὀφέν, ὅ ἐστι τῶν β δρακῶν τῆς χειρὸς τὸ μέτρον.

Δρὰξ τὸ χειρόπληθες τῆς μιᾶς χειρός.