De mensuris

Hero of Alexandria

Hero of Alexandria, De mensuris, Heiberg, Teubner, 1914

Κόρος μόδιοι λ· παῤ Ἑβραίοις δὲ χὸρ λέγεται.

Λεθὲκ μόδιοι ῑε.

Γόμορ ὁμοίως μόδιοι ῑε.

Βάτον μέτρον ξεστῶν ν.

Μνὰς δέκα μόδιοι σίτου ἢ κριθῆς· εἴληπται ἐκ τοῦ μεδιοὺμ Ῥωμαίου, ὅ ἐστι μέσον.

Μέδιμνος. Σαλαμινοὶ μοδίων ε, Σικελοὶ δὲ δ U+2220΄.

Σάτον μόδιον κουμουλάτον, παῤ Ἑβραίοις θηλυκῶς, παῤ Ἕλλησιν δὲ οὐδετέρως. ἔστι δὲ μόδιος κουμουλάτος παῤ Ἑβραίοις, καὶ διὰ τοῦ κουμουλάτου τὸ δ΄ τοῦ μοδίου τὸ ὑπέρχυμα εἴρηται σαὼ ἤγουν λῆψις ἄρσις. μόδιον παῤ Ἑβραίοις ξεστῶν κβ.

Κάβος πῆ μὲν τὸ δ΄ τοῦ μοδίου, πῆ δὲ τὸ ε΄, πῆ δὲ τὸ ϛ΄. καβὰ δέ ἐστιν Ἑβραιστὶ τὸ ἔτεμεν, καὶ διὰ τὸ τέμνεσθαι εἰς μικρὰ τὸ μόδιον οὕτως ὠνομάσθη· παρὰ δὲ Ἕλλησιν ἐλέχθη κάβος διὰ τὴν τρανότητα.

Χοῖνιξ καὶ ὑφεὶ ἓν μέν ἐστι μέτρον, διττὸν δὲ ὄνομα κέκληται, ἐν μὲν τῇ Ἑβραίδι ἀρσενικῶς, ἐν δὲ τῇ Ἑλληνίδι θηλυκῶς. ἔστι δὲ η΄ τοῦ παρὰ Κυπρίοις μοδίου, ὅς ἐστι μόδιος παῤ αὐτοῖς ξεστῶν ῑζ καὶ ποτηρίου. τὸ δὲ ὑφεὶ ἐξ αὐτῆς τῆς Ἑβραίδος λέγεται ὀφέν, ὅ ἐστι τῶν β δρακῶν τῆς χειρὸς τὸ μέτρον.

Δρὰξ τὸ χειρόπληθες τῆς μιᾶς χειρός.

Ἀρτάβη παῤ Ἑβραίοις ξεστῶν οβ, ὁμοίως δὲ καὶ ὁ μετρητὴς οβ ἐστὶ ξεστῶν κατὰ τὸ μέτρον τὸ ἅγιον ὅ τε ὑγρὸς μετρητὴς καὶ ἡ ἀρτάβη τοῦ γενήματος. [*](6 Μνὰς] P, μνασὶς Hultsch. ἢ] l, om. P. 7 Ῥωμαίου, ὅ] O, Ῥωμαίους L, Ῥωμαίος l. 8 μοδίων] μο P, μοδίους l. 10 Ἕλλησιν] L, Ἕλλησι IO. 12 ἤγουν] I, ηγ L, ἢ γὰρ O. 13 Ἑβραίοις] I Ἑβραίων P. 15 καὶ] L, ὡς O, τὸ I. 18 διττὸν])

218
[*](P) ἀρτάβη δὲ ἐκλήθη ἀπὸ τοῦ παῤ Αἰγυπτίοις ὀρτόβ, ὅ ἐστι καλῶς συνηγμένον.

Μέτρα γ τὸ μικρὸν γόμορ, ὅ ἐστι ξεστῶν ϛ, ὥστε εἶναι τὸ ι΄ τῆς ἀρτάβης.

Τρία μέτρα σεμιδάλεως. ταῦτα τὰ τρία μέτρα ἕκαστον γόμορ ἐχώρει, τὸ δὲ γόμορ δέκατον ἦν τοῦ μεγάλου μέτρου, τουτέστι τῆς ἀρτάβης, ὃ γίνεται ζ ξέσται καὶ ε΄· ὥστε τῷ αὐτῷ μέτρῳ τοῦ γόμορ τρία μέτρα πάλιν ὑπῆρχεν, ἃ ἐγίνοντο ἀπὸ ξεστῶν β καὶ γ΄ ιε΄. καὶ τὸ μὲν μέτρον τοῦτον ἔχει τὸν τρόπον· καὶ γὰρ τὸ μάνα ἢ γόμορ ἐν μέτρῳ παρείχετο, ὅ ἐστι κατὰ μὲν τὴν ἱερωσύνην γ δεκάτωσις, κατὰ δὲ τὸ σύμβολον τοῦ ὀνόματος, ἐπεὶ πᾶν δέκατον --- γίνεται μέτρου ἰῶτα δηλοῖ, ὅ ἐστι ἄρτου ὀνομα ῑῡ, ἐν ᾧ μέτρῳ τὰ τρία μέτρα συναγόμενα ἐν ἑνὶ παρεῖχεν αὐτῆς τῆς ἁγίας τριάδος τὴν ὁμοουσιότητα.

[*](1 παῤ] IO, παρα L. Αἰγυπτίοις] l, Αἰγυπτίων P. 8 ὥστε] ωϛς L, ὧδε O, ὥστε εἶναι I. τῷ αὐτῷ μέτρῳ] O, τω αυτω με- τρον L, τὸ αὐτὸ μέτρον I. 9 ἃ] I, οι P. 10 τρόπον] des. l. 11 μάνα] des. O. ἢ] fort. β; cfr. Exod. 16, 22. 13 γίνεται] (??) post lac. 4 litt. L.)