De mensuris

Hero of Alexandria

Hero of Alexandria, De mensuris, Heiberg, Teubner, 1914

Καθολικὴ μέτρησις σφαίρας, οὗ ἡ βάσις ποδῶν κδ, ἡ δὲ κάθετος ποδῶν λϛ. λαμβάνω τὸ U+2220΄ τῆς βάσεως· ἐφʼ ἑαυτά τρισσάκις· ταῦτα ἐπὶ τὴν κάθετον· γίνονται πόδες α εφνβ· καὶ ἀπὸ τῆς καθέτου τῶν λϛ κύβον πρόσαγε· γίνονται πόδες ϛ βση· ταῦτα ἑνδεκάκις· γίνονται ξη μυριάδες δσπη· ταύτας τὰς ξη μυριάδας δσπη μέρισον παρὰ τὸν κᾱ· γίνονται γ μυριάδες βφπε ζ΄. τοσούτου μεῖζον τμῆμα σφαίρας.