De mensuris

Hero of Alexandria

Hero of Alexandria, De mensuris, Heiberg, Teubner, 1914

Πυραμὶς ἐπὶ ἰσοπλεύρου τριγώνου τεθηκυῖα. μετρήσωμεν οὕτως· ἐχέτω γὰρ ἑκάστη πλευρὰ τῆς βάσεως ἀνὰ πόδας λ· ἐφʼ ἑαυτά· γίνονται Ϡ· τούτων τὸ γ΄· καὶ τὰ ἐφʼ ἑαυτά· γίνονται υ. τούτων ὕφελε τὰ τ· λοιπὸν ρ· ὧν πλευρὰ τετραγωνικὴ γίνεται ῑ. τοσούτου ἡ κάθετος. τὸ δὲ ἐμβαδόν· --- τοῦ τριγώνου τῆς βάσεως τὸ γ΄· ταῦτα ἐπὶ τὴν κάθετον. τοσούτου τὸ στερεόν.