De mensuris

Hero of Alexandria

Hero of Alexandria, De mensuris, Heiberg, Teubner, 1914

Πλοῖον μετρήσωμεν οὕτως· ἔστω πλοῖον ἔχον τὸ μῆκος πηχῶν μ, πλάτος πηχῶν ιβ, τὸ δὲ βάθος πηχῶν δ· εὑρεῖν, πόσων μοδίων ἐστὶ τὸ πλοῖον. ποίει οὕτως· πολυπλασίασον τὸ μῆκος ἐπὶ τὸ πλάτος· γίνονται πήχεις υπ· τούτους πολυπλασίασον δεκάκις καὶ τὰ γενόμενα πάλιν πολλαπλασίασον ἐπὶ τοὺς δ πήχεις τοῦ βάθους· καὶ εὑρήσεις χωροῦν τὸ πλοῖον σίτου μοδίους α θσ Ἰταλικούς. ἐὰν δέ τις εἰς καστρησίους εἴποι μοδίους, ἀνάλυσον τοὺς μοδίους εἰς ξέστας καὶ ψήφισον [*](1 inc. Va (hab. capp. 16—23). 2 οὕτω] PQ, οὕτως Va, om. V. καμάρα ἔχουσα] V, om. PQVa. νώτου] PQ, νῶτον VVa. 3 ἤγουν] Hultsch, ἤτουν V, ἔχουσαν PQVa. 4 γαστέραν PVa, ἔχουσα] V, ἔχουσαν PQVa. 5 ποίησον VVa. 6 κορυφῆς] PQ1Va, κορυφὴν VQ2. 7 γαστέραν P. πόδας])

174
τὸν μόδιον τοῦ σίτου κατὰ κδ ξέστας· γίνονται σίτου μόδιοι μυριάδες β ,δτκ. ὁ ποὺς δέχεται σίτου μοδίους β.