Stereometrica

Hero of Alexandria

Hero of Alexandria, Stereometrica, Heiberg, Teubner, 1914

ἐὰν ὁ μόδιος ξεστῶν ιϛ, ποίει τὸ στερεὸν τοῦ σίτου ἤτοι κριθῶν ἐπὶ τὰ γ· καὶ τοσοῦτοι μόδιοι ἔσονται, ἐπειδὴ ὁ στερεὸς ποὺς χωρεῖ μοδίους γ, ἕκαστος μόδιος ἀπὸ ξεστῶν ιϛ, ἕκαστος ξέστης ἀπὸ Γο κ.

ἐὰν δὲ ὁ μόδιος ξεστῶν ιη, ποίει τὸ στερεὸν τοῦ σίτου ἤτοι κριθῶν, καθὼς προγέγραπται, ἐπὶ τὰ β U+2220ʹ ϛ΄· καὶ τοσοῦτοι μόδιοι ἔσονται.

ἐὰν δὲ ὁ μόδιος ξεστῶν κ, ποίει τὸ στερεὸν τοῦ ποδισμοῦ ἐπὶ τὰ β γ΄ ιε΄· καὶ τοσοῦτοι ἔσονται μόδιοι. ἐὰν δὲ ὁ μόδιος ξεστῶν κβ, ποίει τὸ στερεὸν τοῦ ποδισμοῦ ἐπὶ τὰ β ϛ΄ ξϛ΄· καὶ τοσοῦτοι ἔσονται μόδιοι. ἐὰν δὲ ὁ μόδιος ξεστῶν κε, ποίει τὸ στερεὸν τοῦ ποδισμοῦ ἐπὶ τὸν ᾱ U+2220΄ γ΄ ιε΄ ν΄· καὶ τοσοῦτοι ἔσονται μόδιοι.

ἐὰν δὲ ὁ μόδιος ξεστῶν κὴ, ποίει τὸ στερεὸν τοῦ ποδισμοῦ τῆς ἀποθέσεως τοῦ σίτου ἤτοι κριθῶν διὰ τῶν ᾱ U+2220΄ ζ΄ ιδ΄· καὶ τοσοῦτοι ἔσονται μόδιοι.