Stereometrica

Hero of Alexandria

Hero of Alexandria, Stereometrica, Heiberg, Teubner, 1914

Ἀμφορὰ ὕδατος κρέμαται τρύπημα ἔχουσα δακτύλων β καὶ συνέβη ἅψασθαι τὸ ὕδωρ τῆς γῆς καὶ κεκενῶσθαι τὴν ἀμφοράν. ζητῶ, ἀπὸ πόσων ποδῶν ἐκρέματο τῆς γῆς. ποιῶ οὕτως· ὅσων ἐὰν εἴπῃ δακτύλων, ἕλκε ἐφʼ ἑαυτά· γίνονται δ. καὶ ἐπειδὴ ὁ ποὺς ἔχει δακτύλους ιϛ, ἐφʼ ἑαυτούς· γίνονται σνϛ. ταῦτα μέριζε παρὰ τὸν δ· γίνονται ξδ. τοσούτων ποδῶν τὸ ὕψος ἦν.

[*](S)

Ὁ σωλὴν ὁ οὐγκίαν φέρων ἔχει τὴν διάμετρον δακτύλου α. ἐὰν οὖν τις βουληθῇ κατασκευάσαι σωλῆνα γραμμάτων θ, εὑρεῖν, πόσων δακτύλων τάσσωμεν τὸν σωλῆνα ἔχοντα διάμετρον. ποιῶ οὕτως· ἐπειδὴ ὁ σωλὴν οὐγκίας ᾱ δάκτυλον ᾱ ἔχει, ἀναλύω τὴν οὐγκίαν [*](3 ποδὸς] π, S om. C. δακτύλους] Δ/αα/ S, δακτύλου C. ,δ𝒢ϛ—5 τῶν] S, om C. 5 ,δ𝒢ϛ] δ- deformatum in C. 6 δακτύλων] comp. C, δάκτυλοι S. 9 ἂν] ἄρα C et e corr. in scrib. S. 10 ὑδρία] C, ὑδρεια S. 12 καθὼς] S, καθʼ C 13 ἀμφορὰ] S, ἀμφορεὺς C. κρέμαται] κρεμᾶται S, κρεμμᾶται C.)

128
[*](S) εἰς γράμματα· γίνονται κδ. καὶ πολυπλασιάζω τὰ κδ ἐφʼ ἑαυτά· γίνονται φοϛ. ἐπειδὴ σωλῆνα θ γραμμάτων βουλόμεθα κατασκευάσαι, πάλιν ποιῶ τὰ θ ἐφʼ ἑαυτά· γίνονται πα. ταῦτα εἰς φοϛ· γίνονται ξδ. τοσούτων δακτύλων τὸν σωλῆνα τῶν θ γραμμάτων τάσσομεν.