Stereometrica
Hero of Alexandria
Hero of Alexandria, Stereometrica, Heiberg, Teubner, 1914
120
[*](VS)Στοὰ ἔχουσα τὸ μὲν μῆκος ποδῶν ριδ, το δὲ πλάτος ποδῶν ιβ U+2220´· εὑρεῖν, πόσους πήχεις στρωτήρων λαμβάνει. ποίει οὕτως· τὸ μῆκος ἐπὶ τὸ πλάτος· γίνονται ,αυκε. προστίθει αὐτοῖς δι᾿ ὅλου τὸ ι´· γίνονται ρμβ U+2220´· σύνθες ὁμοῦ· γίνονται ,αφξζ U+2220´· τοσούτων πηχῶν στερεὸν λήψεται. προσετέθη τὸ ι´ διὰ τὴν μέλλουσαν ἀπουσίαν γίνεσθαι τοῦ στρωτῆρος.