Stereometrica

Hero of Alexandria

Hero of Alexandria, Stereometrica, Heiberg, Teubner, 1914

Οἷον ἔστω κολυμβήθρα καὶ ἐχέτω τὸ μῆκος ποδῶν κε, τὸ δὲ πλάτος ποδῶν ιβ, τὸ δὲ ὕψος [ἤτοι τὸ βάθος] ποδῶν ε· εὑρεῖν, πόσα κεράμια χωρήσει, ἢ πόσοι στερεοὶ γίνονται πόδες. ποίει οὕτως· πολυπλασιάζω τὸ μῆκος ἐπὶ τὸ πλάτος ἤγουν τὰ κὲ ἐπὶ τὰ ιβ· γίνονται τ. ταῦτα ἐπὶ τὸ βάθος, ἐπὶ τὰ ε· γίνονται ,αφ. τοσαῦτα χωρήσει κεράμια.

Ἔστω κολυμβήθρα καὶ ἐχέτω τὸ μῆκος ποδῶν ῑ, τὸ δὲ πλάτος ποδῶν ε καὶ τὸ βάθος ποδῶν δ, καὶ μεμαρμαρώσθω· ζητῶ, πόσους πόδας συνάγει. ποίει οὕτως· συντιθῶ. τὰ ῑ καὶ τὰ ε· γίνονται ιε. ταῦτα ποιῶ δίς· γίνονται λ. ταῦτα ἐπὶ τὸ βάθος, ἐπὶ τοὺς δ πόδας· γίνονται ρκ. γενήσονται οἱ τοῖχοι τῆς κολυμβήθρας ρκ.