Stereometrica

Hero of Alexandria

Hero of Alexandria, Stereometrica, Heiberg, Teubner, 1914

Ἔστω κίων τετράγωνος, οὗ αἱ περὶ τὴν βάσιν πλευραὶ ἐκ ποδῶν δ, αἱ περὶ τὴν κορυφὴν ἐκ ποδῶν γ, μῆκος ποδῶν λ· εὑρεῖν αὐτοῦ τὸ στερεόν. ποίει οὕτως· τοὺς ἐν τῇ βάσει πόδας διʼ ἀλλήλων· γίνονται ιϛ· ὁμοίως καὶ τοὺς ἐν τῇ κορυφῇ διʼ ἀλλήλων· γίνονται θ ---.

Ὤατον δὲ μετρῆσαι, οὗ ἡ κάτω διάμετρος ποδῶν ε καὶ ἡ ἄνω διάμετρος ποδῶν γ· εὑρεῖν, πόσους κυάθους χωρήσει. ποίει οὕτως· σύνθες τὰς δύο διαμέτρους· ὁμοῦ γίνονται πόδες η· ὧν U+2220΄ γίνονται πόδες δ. ταῦτα κύβισον· γίνονται πόδες ξδ. ταῦτα ἐνδεκάκις· γίνονται πόδες ψδ. τούτων τὸ μβ΄· γίνονται πόδες ιϛ U+2220΄ ζ΄ ιδ΄ κα΄. τοσούτους κυάθους χωρήσει.

[*](CMSV)

Πιθοειδὲς σχῆμα μετρήσομεν, οὗ ἡ μὲν μείζων διάμετρος ποδῶν δ, ἡ δὲ μικροτέρα ποδῶν γ· εὑρεῖν, πόσους χωρήσει ἀμφορέας. ποίει οὕτως· συντιθῶ τὰς β [*](1 δʹ—2 δ΄] CM, om. S. 4 πολυπλασίασον] S, πολυπλασίαζε CM. 5 ιβ] MS, δώδεκα C. ιε] CM, ε S. 8 αἱ] S, αἱ δὲ CM. γ] MS, τριῶν C. 10 ἐν τῇ βάσει] CS, ἐκ τῆς βάσεως M. 11 ὁμοίως] S, om. C. γίνονται θ] CM (lacunam ind. Hultsch); om. S, in quo seq. p. 86, 11 ταῦτα— 19 (11 U+2220΄ om., 15 μίαν] πρώτην, 16 ἑαυτήν] ἑαυτά, 17 ρμδ—18 ποδῶν] om.).) [*](Capp. 21—25 et hoc loco CMS et p. 86, 19 (CaMaSa, ubi differunt). 13 Ὤατον] .ατον Ca. κάτω] CSMa, κάθετος M. 14 καὶ ἡ] CSMa, ἡ δὲ M. διάμετρος] CaMaS, om. CM. γ] τριῶν-)

100
[*](CMSV) διαμέτρους· γίνονται ζ· ὧν U+2220΄ γίνονται γ U+2220΄. ταῦτα ἐφʼ ἑαυτά· γίνονται ιβ δʹ. ταῦτα ἑνδεκάκις· γίνονται πόδες ρλε· ὧν τὸ ιδʹ· γίνονται πόδες θ U+2220΄ ζ΄. τοσούτους ἀμφορέας χωρεῖ· ἔχει δὲ ὁ ἀμφορεὺς ξέστας Ἰταλικοὺς ἀριθμὸν μη.