Stereometrica

Hero of Alexandria

Hero of Alexandria, Stereometrica, Heiberg, Teubner, 1914

Λίθου μῆκος ποδῶν ε ηʹ, πλάτος ποδῶν γ U+2220΄ δ΄, πάχος β ιϛʹ. ποίει οὕτως· τὰ ε ηʹ εἰς η· γίνονται μα· καὶ τοὺς γ U+2220΄ δʹ εἰς δ· γίνονται ιε· καὶ τοὺς β ιϛʹ εἰς ιϛ· γίνονται λγ· καὶ τὰ μόρια διʼ ἀλλήλων· γίνονται φιβ. νῦν πολυπλασίαζε τὰ μα ἐπὶ τὰ ιε· γίνονται χιε· καὶ ἐπὶ τὰ λγ· γίνονται β σU+A7FCε· ὧν φιβʹ γίνονται λθ U+2220΄ η΄ογ΄.

Λίθου μειούρου τὸ μῆκος ποδῶν η, πλάτος τὸ μεῖζον ποδῶν γ, τὸ δὲ ἔλασσον ποδῶν β ποίει τὰ μείζω πάχη διʼ ἀλλήλων· γίνονται θ· καὶ τοὺς β διʼ ἀλλήλων· γίνονται δ. σύνθες· γίνονται ιγ· ὧν U+2220΄ γίνονται ϛ U+2220΄· καὶ ἐπὶ τὸ μῆκος· γίνονται νβ. τοσούτου τὸ στερεὸν τοῦ λίθου.