Stereometrica
Hero of Alexandria
Hero of Alexandria, Stereometrica, Heiberg, Teubner, 1914
[*](S)
Τρίκεντρον μετρήσομεν, οὗ ἡ βάσις ποδῶν η καὶ ἡ κάθετος ποδῶν θ εὑρεῖν αὐτοῦ τὸ ἐμβαδόν. ποιῶ οὕτως· τὰ η ἐπὶ τὰ θ· γίνονται οβ· ὧν U+2220´ γίνονται λϛ. τούτων τὸ γ´· γίνονται πόδες ιβ. σύνθες· ὁμοῦ γίνονται πόδες μη. τοσούτου τὸ ἐμβαδόν ἐστιν. τινὲς δὲ οὕτως ἐμέτρησαν ὡς παραβολήν.