Stereometrica

Hero of Alexandria

Hero of Alexandria, Stereometrica, Heiberg, Teubner, 1914

Πλοῖον, οὗ τὸ μὲν μῆκος ποδῶν κδ, ἡ δὲ βάσις πηχῶν ϛ, ἡ δὲ κάτω βάσις πηχῶν δ· εὑρεῖν, πόσα κεράμια χωρεῖ. ποίει οὕτως· τὴν βάσιν ἐπὶ τὴν βάσιν· γίνονται κδ. ταῦτα πάλιν ἐπὶ τὰ κδ τοῦ μήκους· γίνονται φοϛ. τούτων ἀεὶ τὸ γ΄· γίνονται ρ𝒢β. ταῦτα σύνθες μετὰ τῶν φοϛ· γίνονται ψξη· ἅπερ εἰσὶ κεράμια. χωρεῖ δὲ τὸ κεράμιον μοδίους ῑ· γίνονται μόδιοι ζχπ. τοσούτους μοδίους χωρεῖ τὸ πλοῖον.

[*](S)

Εἰ δὲ στερεομετρίαν οἰκοδομῆς ἡμικυκλίου ἤγουν ἀψίδος θέλῃς μετρῆσαι, ἧς ἡ διάμετρος ποδῶν ϛ, ἡ δὲ [*](1 λοιπὰ] M, λοι C. 2 γίνεται] comp. C, γίνονται M. 4 ὅπῃ] M, ὄπει C. 2 χωρεῖ ἡ κοῦπα] C, ἐστιν ὁ οἶνος M. 10 κάτω] M, om. C. 14 ἐφʼ — 15 γίνονται] bis C, sed del. 18 ποδῶν] CM, πηχῶν Hultsch. 20 τὴν βάσιν (alt.)] M, τοῦ μήκους C. 22 τὸ γ΄] Hultsch. bis CM. ρ𝒢β] C,)

58
[*](S) κάθετος ποδῶν γ καὶ τὸ πάχος τοῦ τοίχου ποδὸς ᾱ, πρόσθες τοῖς ϛ ποσὶ τῆς διαμέτρου τὸν ᾱ πόδα τοῦ ἑνὸς μέρους τοῦ πάχους τοῦ τοίχου· γίνονται πόδες ζ· ὧν ἡ περίμετρος ἕτερον αὐτῶν U+2220΄ δ΄ μέρος· γίνονται πόδες ῑᾱ. τούτους ἐπὶ τὸ ὕψος τῆς οἰκοδομῆς.