Stereometrica
Hero of Alexandria
Hero of Alexandria, Stereometrica, Heiberg, Teubner, 1914
52
[*](CM)Τρίκλινος, οὗ τὸ μὲν πλάτος ποδῶν κϛ U+2220΄, τὸ δὲ μῆκος ποδῶν λᾱ, τὸ δὲ ὕψος ποδῶν λη, διὰ τοίχου β δ΄. τὸ ἐν τοίχῳ ἐπὶ τὰ λᾱ· γίνονται ξθ U+2220΄ δ΄. ταῦτα ἐπὶ τὰ λη τοῦ ὕψους· γίνονται ,βχν U+2220΄. ταῦτα τετράκις, ἐπειδὴ τέσσαρές εἰσι τοῖχοι· γίνονται α χβ. τοσούτων ἔσται ποδῶν τοῦ τρικλίνου τὰ ἐν τοίχῳ.
[*](CMV)
Τρίκλινος ἤτοι ὡρεῖον, οὗ τὸ μὲν μῆκος πηχῶν κ, τὸ δὲ πλάτος πηχῶν ῑε, τὸ δὲ ὕψος πηχῶν ϛ· εὑρεῖν, πόσους μοδίους χωρεῖ. ποίει οὕτως· τὰ τοῦ μήκους ἐπὶ τὰ ῑε τοῦ πλάτους· γίνονται τ· καὶ ταῦτα ἐπὶ τὰ ϛ τοῦ ὕψους· γίνονται ᾱω. ταῦτα ἀεὶ πολυπλασίαζε ἐπὶ τὰ ῑᾱ κβ΄· γίνονται μόδιοι α θωπα U+2220΄ δ΄ κβ΄ μδ΄. τοσούτους μοδίους λαμβάνει ὁ τρίκλινος.