Stereometrica

Hero of Alexandria

Hero of Alexandria, Stereometrica, Heiberg, Teubner, 1914

Ἔστω πυραμὶς τρίγωνος ἰσόπλευρος τεθραυσμένη εἴτουν κόλουρος, ἧς αἱ πλευραὶ τῆς κορυφῆς ἀνὰ ποδῶν β, τὰ δὲ κλίματα ἀνὰ ποδῶν ιγ, αἱ δὲ τῆς βάσεως πλευραὶ ἀνὰ ποδῶν ιδ· εὑρεῖν τὸ στερεόν. ποιῶ οὕτως· ἄφελε κορυφὴν ἀπὸ τῆς βάσεως· λοιπὰ ιβ. ταῦτα ἐφʼ ἑαυτά· γίνονται ρμδ. τούτων τὸ γ΄· γίνονται μη. καὶ τὰ ἀπὸ τοῦ κλίματος γίνονται πόδες ιγ ἐφʼ ἑαυτά· γίνονται ρξθ. ἀπὸ τούτων ἆρον τὰ μη· λοιπὰ ρκα· ὧν τετραγωνικὴ πλευρὰ γίνεται ια. τοσούτου γίνεται ἡ κάθετος.