Stereometrica

Hero of Alexandria

Hero of Alexandria, Stereometrica, Heiberg, Teubner, 1914

Ἄλλως. πυραμὶς ἔχουσα τὴν βάσιν τρίγωνον ὀρθογώνιον, οὗ ἡ κάθετος ποδῶν ϛ, ἡ δὲ βάσις ποδῶν η, ἡ δὲ ὑποτείνουσα ποδῶν ῑ, αἱ δὲ πλευραὶ τῆς πυραμίδος ἀνὰ ποδῶν ιγ· εὑρεῖν αὐτῆς τὴν κάθετον. ποίει οὕτως· πρῶτον λαβὲ τὴν διάμετρον τοῦ κύκλου τοῦ περιγράφοντος τὸ τρίγωνον· γίνονται ῑ· ὧν τὸ U+2220΄· γίνονται ε. ταῦτα ἐφʼ ἑαυτά· γίνονται ἄε. καὶ τὰ ιγ ἐφʼ ἑαυτά· γίνονται ρξθ· ἐξ ὧν κούφισον τὰ κε· λοιπὰ ρμδ· ὧν πλευρὰ τετράγωνος γίνεται ιβ. τοσούτων ἔσται ποδῶν ἡ κάθετος.

ἐὰν δὲ θέλῃς τὸ στερεὸν εὑρεῖν, ποίει οὕτως· πρῶτον ζήτει τοῦ τριγώνου τὸ ἐμβαδόν· γίνονται κδ· καὶ λαβὲ τῆς καθέτου τὸ γ΄· γίνονται δ. ταῦτα πολυπλασίασον ἐπὶ τὸ ἐμβαδόν, τουτέστιν ἐπὶ τὰ κδ· γίνονται 𝒢ϛ. τοσούτων ἔσται τὸ στερεὸν τῆς πυραμίδος.