Stereometrica

Hero of Alexandria

Hero of Alexandria, Stereometrica, Heiberg, Teubner, 1914

κατὰ τὸν αὐτὸν λόγον δείκνυται, ὡς ια κύβοι ἀπὸ τῆς διαμέτρου τῆς σφαίρας ἴσοι γίνονται κα σφαίραις· ὥστε δεήσει τὰ ῑ κυβίσαντα· ἔστι δὲ ,ᾱ· τούτων λαβεῖν τὸ ἐνδεκάκις κα΄· καὶ τοσοῦτον γίνεται τὸ στερεὸν τῆς σφαίρας.

Σφαῖρα, ἧς ἡ περίμετρος ποδῶν κβ· εὑρεῖν αὐτῆς τὸ στερεόν. ποίει οὕτως· λαβὲ ἀπὸ τῆς περιμέτρου τὴν διάμετρον ἀπὸ τοῦ ὑποκειμένου ὑποδείγματος τῶν κύκλων καὶ ἔσται ἡ διάμετρος ποδῶν ζ. ταῦτα ἐφ᾿ ἑαυτά· [*](2 στερεομετρουμένων] Hultsch, στερεωμετρουμένων CM. 5 ὁ (alt.)] addidi, om. CM. 9 τῶν γινομένων] CM, τὰ γινό-)

4
γίνονται μθ. ταῦτα πάλιν ἐπὶ τὰ ζ· γίνονται τμγ· καὶ ταῦτα δεκάκις καὶ ἅπαξ· γίνονται ,γψογ. ταῦτα ἀνάλυσον παρὰ τὰ κα· γίνονται ροθ ω´. τοσούτων ἔσται ποδῶν τὸ στερεὸν τῆς σφαίρας.