Gnomologium Epicteteum (e Stobaei libris 3‑4)

Epictetus

Epictetus. Epicteti Dissertationes ab Arriano Digestae. Schenkl, Heinrich, editor. Leipzig:Teubner, 1916.

9. (20). Καθάπερ ἔχιν ἢ ἀσπίδα ἢ σκορπίον ἐν ἐλεφαντίνῃ ἢ χρυσῇ θεώμενος κίστῃ οὐ διὰ τὸ πολυτελὲς τῆς ὕλης ἀγαπᾷς καὶ εὐδαιμονίζεις, ἀλλʼ ὅτι λυμαντικὴ ἡ φύσις, ἐκτρέπῃ καὶ μυσάττῃ, οὕτω καὶ ἐπειδὰν ἐν πλούτῳ καὶ ὄγκῳ τύχης θεάσῃ κακίαν ἐνοῦσαν, μὴ καταπλαγῇς τὸ περιλαμπὲς τῆς ὕλης, ἀλλὰ καταφρόνει τῆς ἐν τῷ τρόπῳ κιβδηλίας.

10 (21). Ὁ πλοῦτος οὐ τῶν ἀγαθῶν, ἡ πολυτέλεια τῶν κακῶν,

ἡ σωφροσύνη τῶν ἀγαθῶν. καλεῖ δὲ ἡ μὲν σωφροσύνη ἐπὶ τὴν εὐτέλειαν καὶ τὴν κτῆσιν τῶν ἀγαθῶν, ὁ δὲ πλοῦτος ἐπὶ τὴν πολυτέλειαν καὶ ἀφέλκει τῆς σωφροσύνης. δυσχερὲς ἄρα πλουτοῦντα σωφρονεῖν ἢ σωφρονοῦντα πλουτεῖν.

11. (22). Ὥσπερ, εἰ ἐν νηὶ ἐσπάρης ἢ ἐτέχθης, οὐκ ἂν ἔσπευδες αὐτῆς κυβερνήτης ὑπάρχειν, --- οὔτε γὰρ ἐκεῖ σοι φύσει ἡ ναῦς συνέσται οὔτε ἐνταῦθα ὁ πλοῦτος, ἀλλὰ πάντῃ ὁ λόγος. ὅπερ οὖν σοι φυσικὸν καὶ συγγενές, ὁ λόγος, τοῦτο καὶ οἰκεῖον ἡγησάμενος τούτου ἐπιμελοῦ.

12. (23). Ἐν Πέρσαις μὲν γεννηθεὶς οὐκ 〈ἂν〉 ἔσπευδες οἰκεῖν τὴν Ἑλλάδα, ἀλλʼ αὐτόθι διάγων εὐτυχεῖν· ἐν πενίᾳ δὲ γεννηθείς, τί σπεύδεις πλουτεῖν, ἀλλʼ οὐκ αὐτόθι μένων εὐτυχεῖν;