Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

καὶ τίς αὕτη φλυαρία; πῶς ἔτι ὀρθὰ δόγματα ἔχω μὴ ἀρκούμενος τῷ εἶναι ὅς εἰμι, ἀλλʼ ἐπτοημένος ὑπὲρ τοῦ δοκεῖν;

ἀλλʼ ἄλλοι πλειόνων τεύξονται καὶ προτιμηθήσονται. — τί οὖν εὐλογώτερον ἢ τοὺς περί τι ἐσπουδακότας ἐν ἐκείνῳ πλεῖον ἔχειν, ἐν ᾧ ἐσπουδάκασιν; περὶ ἀρχὰς ἐσπουδάκασιν, σὺ περὶ δόγματα· καὶ περὶ πλοῦτον, σὺ περὶ τὴν χρῆσιν τῶν φαντασιῶν.

ὅρα, εἰ ἐν τούτῳ σου πλέον ἔχουσιν, περὶ ὃ σὺ μὲν ἐσπούδακας, ἐκεῖνοι δʼ ἀμελοῦσιν· εἰ συγκατατίθενται μᾶλλον περὶ τὰ φυσικὰ μέτρα, εἰ ὀρέγονταί σου ἀναποτευκτότερον, εἰ ἐκκλίνουσιν ἀπεριπτωτότερον, εἰ ἐν ἐπιβολῇ, ἐν προθέσει, εἰ ἐν ὁρμῇ μᾶλλον εὐστοχοῦσιν, εἰ τὸ πρέπον σῴζουσιν ὡς ἄνδρες, ὡς υἱοί, ὡς γονεῖς, εἶθʼ ἑξῆς κατὰ τὰ ἄλλα τῶν σχέσεων ὀνόματα.

εἰ δʼ ἄρχουσιν ἐκεῖνοι, σὺ δʼ οὐ θέλεις σαυτῷ τὰς ἀληθείας εἰπεῖν, ὅτι σὺ μὲν οὐδὲν τούτου ἕνεκα ποιεῖς, ἐκεῖνοι δὲ πάντα, ἀλογώτατον δὲ τὸν ἐπιμελούμενόν τινος ἔλαττον φέρεσθαι οὐ ἢ τὸν ἀμελοῦντα;

οὔ, ἀλλʼ ἐπειδὴ φροντίζω ἐγὼ δογμάτων ὀρθῶν, εὐλογώτερόν μέ ἐστιν ἄρχειν. — ἐν ᾧ φροντίζεις, ἐν δόγμασιν· ἐν ᾧ δʼ ἄλλοι μᾶλλόν σου πεφροντίκασιν, ἐκείνοις παραχώρει. οἷον εἰ διὰ τὸ δόγματα ἔχειν ὀρθὰ ἠξίους τοξεύων μᾶλλον ἐπιτυγχάνειν τῶν τοξοτῶν ἢ χαλκεύων μᾶλλον τῶν χαλκέων.

ἄφες οὖν τὴν περὶ τὰ δόγματα σπουδὴν καὶ περὶ ἐκεῖνα ἀναστρέφου, ἃ κτήσασθαι θέλεις, καὶ τότε κλαῖε, ἐάν σοι μὴ προχωρῇ· κλαίειν γὰρ ἄξιος εἶ.

νῦν δὲ πρὸς ἄλλοις γίνεσθαι λέγεις, ἄλλων ἐπιμελεῖσθαι, οἱ πολλοὶ δὲ τοῦτο καλῶς λέγουσιν, ὅτι ἔργον ἔργῳ οὐ κοινωνεῖ.

ὁ μὲν ἐξ ὄρθρου ἀναστὰς ζητεῖ, τίνα ἐξ οἴκου ἀσπάσηται, τίνι κεχαρισμένον λόγον εἴπῃ, τίνι δῶρον πέμψῃ, πῶς τῷ ὀρχηστῇ ἀρέσῃ, πῶς κακοηθισάμενος ἄλλον ἄλλῳ χαρίσηται.

ὅταν εὔχηται, περὶ τούτων εὔχεται· ὅταν θύῃ, ἐπὶ τούτοις θύει· τὸ τοῦ Πυθαγόρου

μὴ δʼ ὕπνον μαλακοῖσιν ἐπʼ ὄμμασι προσδέξασθαι
ἐνταῦθα παρατέθεικεν.

πῇ παρέβην; τῶν πρὸς κολακείαν. τί ἔρεξα; μή τι ὡς ἐλεύθερος, μή τι ὡς γενναῖος; κἂν εὕρῃ τι τοιοῦτον, ἐπιτιμᾷ ἑαυτῷ καὶ ἐγκαλεῖ τί γάρ σοι καὶ τοῦτο εἰπεῖν; οὐ γὰρ ἐνῆν ψεύσασθαι; λέγουσιν καὶ οἱ φιλόσοφοι, ὅτι οὐδὲν κωλύει ψεῦδος εἰπεῖν.

σὺ δʼ εἴπερ ταῖς ἀληθείαις οὐδενὸς ἄλλου πεφρόντικας ἢ χρήσεως οἵας δεῖ φαντασιῶν, εὐθὺς ἀναστὰς ἕωθεν ἐνθυμοῦ τίνα μοι λείπει πρὸς ἀπάθειαν; τίνα πρὸς ἀταραξίαν; τίς εἰμι; μή τι σωμάτιον, μή τι κτῆσις, μή τι φήμη; οὐδὲν τούτων. ἀλλὰ τί; λογικόν εἰμι ζῷον.

τίνα οὖν τὰ ἀπαιτήματα; ἀναπόλει τὰ πεπραγμένα. πῇ παρέβην τῶν πρὸς εὔροιαν; τί ἔρεξα ἢ ἄφιλον ἢ ἀκοινώνητον ἢ ἄγνωμον; τί μοι δέον οὐκ ἐτελέσθη πρὸς ταῦτα;

τοσαύτης οὖν διαφορᾶς οὔσης τῶν ἐπιθυμουμένων, τῶν ἔργων, τῶν εὐχῶν ἔτι θέλεις τὸ ἴσον ἔχειν ἐκείνοις, περὶ ἃ σὺ μὲν οὐκ ἐσπούδακας, ἐκεῖνοι δʼ ἐσπουδάκασιν;

εἶτα θαυμάζεις, εἴ σʼ ἐλεοῦσιν, καὶ ἀγανακτεῖς; ἐκεῖνοι δʼ οὐκ ἀγανακτοῦσιν, εἰ σὺ αὐτοὺς ἐλεεῖς. διὰ τί; ὅτι ἐκεῖνοι μὲν πεπεισμένοι εἰσίν, ὅτι ἀγαθῶν τυγχάνουσιν, σὺ δʼ οὐ πέπεισαι.

διὰ τοῦτο σὺ μὲν οὐκ ἀρκῇ τοῖς σοῖς, ἀλλʼ ἐφίεσαι τῶν ἐκείνων· ἐκεῖνοι δʼ ἀρκοῦνται τοῖς ἑαυτῶν καὶ οὐκ ἐφίενται τῶν σῶν. ἐπεί τοι εἰ ταῖς ἀληθείαις ἐπέπεισο, ὅτι περὶ τὰ ἀγαθὰ σὺ ὁ ἐπιτυγχάνων εἶ, ἐκεῖνοι δʼ ἀποπεπλάνηνται, οὐδʼ ἂν ἐνεθυμοῦ, τί λέγουσι περὶ σοῦ.

τί ποιεῖ φοβερὸν τὸν τύραννον; — οἱ δορυφόροι, φησίν, καὶ αἱ μάχαιραι αὐτῶν καὶ ὁ ἐπὶ τοῦ κοιτῶνος καὶ οἱ ἀποκλείοντες τοὺς εἰσιόντας.

— διὰ τί οὖν, ἂν παιδίον αὐτῷ προσαγάγῃς μετὰ τῶν δορυφόρων ὄντι, οὐ φοβεῖται; ἢ ὅτι οὐκ αἰσθάνεται τούτων τὸ παιδίον;

ἂν οὖν τῶν δορυφόρων τις αἰσθάνηται καὶ ὅτι μαχαίρας ἔχουσιν, ἐπʼ αὐτὸ δὲ τοῦτο προσέρχηται αὐτῷ θέλων ἀποθανεῖν διά τινα περίστασιν καὶ ζητῶν ὑπʼ ἄλλου παθεῖν αὐτὸ εὐκόλως, μή τι φοβεῖται τοὺς δορυφόρους; — θέλει γὰρ τοῦτο, διʼ ὃ φοβεροί εἰσιν. —

ἂν οὖν τις μήτʼ ἀποθανεῖν μήτε ζῆν θέλων ἐξ ἅπαντος ἀλλʼ ὡς ἂν διδῶται, προσέρχηται αὐτῷ, τί κωλύει μὴ δεδοικότα προσέρχεσθαι αὐτόν;

— οὐδέν. — ἄν τις οὖν καὶ πρὸς τὴν κτῆσιν ὡσαύτως ἔχῃ καθάπερ οὗτος πρὸς τὸ σῶμα καὶ πρὸς τὰ τέκνα καὶ τὴν γυναῖκα καὶ ἁπλῶς ὑπό τινος μανίας καὶ ἀπονοίας οὕτως ᾖν διακείμενος, ὥστʼ ἐν μηδενὶ ποιεῖσθαι τὸ ἔχειν ταῦτα ἢ μὴ ἔχειν, ἀλλʼ ὡς ὀστρακίοις τὰ παιδία παίζοντα περὶ μὲν τῆς παιδιᾶς διαφέρεται, τῶν ὀστρακίων δʼ οὐ πεφρόντικεν, οὕτως δὲ καὶ οὗτος τὰς μὲν ὕλας παρʼ οὐδὲν ᾖν πεποιημένος, τὴν παιδιὰν δὲ τὴν περὶ αὐτὰς καὶ ἀναστροφὴν ἀσπάζηται· ποῖος ἔτι τούτῳ τύραννος φοβερὸς ἢ ποῖοι δορυφόροι ἢ ποῖαι μάχαιραι αὐτῶν;